Textus Originalis

Ol. 102, 4 : 369 a. Chr. 447

Ol. 102, 4 : 369 a. Chr. 447

βον δυνήσεσϑαι τοῖς Λακεδαιμονίοις διαπολεμεῖν. διὸ καὶ παραλαβόντες Ἀργείους τε καὶ Ἠλείους, τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλαν εἰς τὰς Ἀϑήνας, ἀξιοῦντες συμμαχίαν ποιήσασϑαι κατὰ τῶν Σπαρτιατῶν, ὡς δ᾽ οὐδεὶς αὐτοῖς προσεῖχε, διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἔπεισαν αὐτοὺς συμμαχίαν συνϑέσϑαι κατὰ τῶν Λακεδαιμονίων. εὐθὺς οὖν οἱ Βοιωτοὶ τὴν δύναμιν ἐξῆγον, προσλαβόμενοι συμμάχους Λοκρούς τε καὶ Φωκεῖς. οὗτοι μὲν οὖν προῆγον ἐπὶ τὴν Πελοπόννησον, βοιωταρχούντων Ἐπαμεινώνδου καὶ Πελοπίδου· τούτοις γὰρ οἱ ἄλλοι βοιωτάρχαι παρεκεχωρήκεισαν ἑκουσίως τῆς στρατηγίας διά τε τὴν σύνεσιν καὶ τὴν ἀνδρείαν τῶν ἀνδρῶν. ὡς δὲ κατήντησαν ἐπὶ τὴν Ἀρκαδίαν, ἧκον πρὸς αὐτοὺς πανδημεὶ οἵ τε Ἀρκάδες καὶ Ἠλεῖοι καὶ Ἀργεῖοι καὶ οἱ ἄλλοι σύμμαχοι πάντες. ἀϑροισϑέντων δὲ πλειόνων ἢ πεντακισμυρίων, οἱ μὲν ἡγεμόνες αὐτῶν συνεδρεύσαντες ἔγνωσαν ἐπ᾽ αὐτὴν βαδίζειν τὴν Σπάρτην καὶ πᾶσαν τὴν Λακωνικὴν πορϑῆσαι. οἱ δὲ Λακεδαιμόνιοι, πολλοὺς μὲν ἀποβεβληκότες τῶν νέων ἐν τῇ περὶ Λεῦκτρα συμφορᾷ, οὐκ ὀλίγους δ᾽ ἐν ταῖς ἄλλαις ἥτταις ἀπολωλεκότες, καὶ τὸ σύνολον εἰς ὀλίγους πολιτικοὺς στρατιώτας ὑπὸ τῆς τύχης συγκεκλεισμένοι, πρὸς δὲ τούτοις τῶν συμμάχων τῶν μὲν ἀφεστηκότων, τῶν δὲ διὰ τὰς ὁμοίας αἰτίας ὀλιγανδρούντων, εἰς πολ-

Note a pie di pagina

1 3 ἀποστειλάντων P

2 6 Θηβαίους] Ἀϑηναίους P

3 12 βοιωτάρχοι PAF παρεχωρήκεισαν PA

4 15 οἱ om. PA

5 17 ἑπτακισμυρίων Wess. ex Plut. Pelop. 24 et Ages. 31

6 21 Λεύκτραν P