Textus Originalis

448 DIODOR. XV 63. 64.

448 DIODOR. XV 63. 64.

λὴν ἀμηχανίαν ἔπιπτον. διόπερ ἠναγκάζοντο καταφεύγειν ἐπὶ τὴν τῶν Ἀϑηναίων βοήϑειαν, οἷς τριάκοντα μὲν τυράννους ἐν τοῖς ἔμπροσϑεν χρόνοις ἐπέστησαν, τὰ δὲ τείχη τῆς πόλεως ἐκώλυσαν οἰκοδομεῖν, ἐπεβάλοντο δὲ καὶ τὴν πόλιν ἄρδην ἀναιροῦντες τὴν Ἀττικὴν ποιῆσαι μηλόβοτον. ἀλλὰ γὰρ οὐδὲν ἰσχυρότερόν ἐστιν ἀνάγκης καὶ τύχης, δι᾽ ὧν ἐβιάσϑησαν οἱ Λακεδαιμόνιοι τῶν πολεμιωτάτων δεηϑῆναι. ὅμως δ᾽ οὐ διεσφάλησαν τῶν ἐλπίδων. ὁ γὰρ τῶν Ἀϑηναίων δῆμος, μεγαλόψυχος ὢν καὶ φιλάνϑρωπος, τὴν μὲν τῶν Θηβαίων ἰσχὺν οὐ κατεπλάγησαν, τοῖς δὲ Λακεδαιμονίοις ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύουσιν ἐψηφίσαντο βοηϑεῖν πανδημεί. καὶ παραχρῆμα στρατηγὸν καταστήσαντες τὸν Ἰφικράτην ἐξέπεμψαν καὶ τοὺς νέους αὐϑημερόν, ὄντες μυρίους καὶ δισχιλίους. Ἰφικράτης μὲν οὖν, προϑύμους ἔχων τοὺς στρατιώτας, προῆγε μετὰ τῆς δυνάμεως κατὰ σπουδήν. οἱ δὲ Λακεδαιμόνιοι, τῶν πολεμίων περὶ τοὺς ὅρους τῆς Λακωνικῆς καταστρατοπεδευόντων, καὶ αὐτοὶ πανδημεὶ τὴν ἐκ τῆς Σπάρτης ἔξοδον ποιησάμενοι προῆγον ἐπὶ τοὺς ἐναντίους, ταῖς μὲν τῶν στρατιωτῶν δυνάμεσι τεταπεινωμένοι, ταῖς δὲ τῆς ψυχῆς ἀρεταῖς τεϑαρρηκότες. οἱ μὲν οὖν περὶ τὸν Ἐπαμεινώνδαν ὁρῶντες τὴν τῶν Λακεδαιμονίων χώραν δυσείσβολον οὖσαν, τὸ μὲν ἀϑρόᾳ τηλικαύτῃ δυνάμει ποιεῖσϑαι τὴν ἐμβολὴν οὐχ ἡγοῦντο συμφέρειν, εἰς τέτταρα δὲ μέρη διέλομενοι σφᾶς αὐτοὺς κατὰ πλείονας

Note a pie di pagina

1 1 ἐνέπιπτον Hert.

2 4 τὰ δὲ] τάτε P ἐκώλυον ἀνοικοδομεῖν Hert.

3 19 περὶ Dind., ἐπὶ o

4 21 εἰσβολὴν f