Textus Originalis
Ol. 102, 4 : 369 a. Chr. 449
τόπους ἔκριναν ποιεῖσϑαι τὴν ἔφοδον. ἡ μὲν οὖν πρώτη μερὶς ἡ τῶν Βοιωτῶν τὴν πορείαν ἐποιήσατο ἐπὶ τὴν Σελλασίαν καλουμένην πόλιν, καὶ τοὺς τῇδε κατοικοῦντας ἀπέστησε τῶν Λακεδαιμονίων. Ἀργεῖοι δὲ κατὰ τοὺς ὅρους τῆς Τεγεάτιδος χώρας ἐμβαλόντες συνῆψαν μάχην τοῖς φρουροῦσι τὰς παρόδους, καὶ τόν τε ἡγεμόνα τῆς φρουρᾶς Ἀλέξανδρον τὸν Σπαρτιάτην ἀνεῖλον καὶ τῶν ἄλλων εἰς διακοσίους ἀπέκτειναν, ἐν οἷς ὑπῆρχον καὶ οἱ τῶν Βοιωτῶν φυγάδες. ἡ δὲ τρίτη μερὶς ἐκ τῶν Ἀρκάδων συνεστηκυῖα καὶ στρατιώτας ἔχουσα πλείστους, εἰσέβαλεν εἰς τὴν Σκιρῖτιν καλουμένην χώραν, ἣν παρεφύλαττεν Ἰσχόλας, ἀνὴρ ἀνδρείᾳ καὶ συνέσει διαφέρων, μετὰ πολλῶν στρατιωτῶν. οὗτος δὲ τῶν ἐπιφανεστάτων στρατιωτῶν ἐπετελέσατο πρᾶξιν ἡρωικὴν καὶ μνήμης ἀξίαν. ὁρῶν γὰρ ὅτι διὰ τὸ πλῆϑος τῶν πολεμίων πάντες οἱ συνάψαντες μάχην ἀναιρεϑήσονται, τὸ μὲν λιπεῖν τὴν ἐν ταῖς παρόδοις τάξιν ἀνάξιον τῆς Σπάρτης ἔκρινε, τὸ δὲ διασῶσαι τοὺς στρατιώτας χρήσιμον ἔσεσϑαι τῇ πατρίδι· παραδόξως ἀμφοτέρων προενοήϑη. καὶ τὴν γενομένην ποτὲ περὶ Θερμοπύλας ἀνδρείαν τοῦ βασιλέως Λεωνίδου φιλοτίμως ἐμιμήσατο. διαλέξας γὰρ τοὺς νέους, τούτους μὲν ἀπέστειλεν εἰς τὴν
Note a pie di pagina
1 2 μερὶς ἡ τῶν Βοιωτῶν] μερὶς τῶν Βοιωτῶν ἴσην o; ἴσην del. Dind., μέσην Madvig, ἥν, ἣ Wurm
2 3 Ἑλλασίαν PHL, Σελλασίαν c
3 9 ὑπῆρχον] ἦσαν f
4 12 Σκιρίτην PA
5 15 δὲ] διὰ vel μετὰ Steph. στρατιωτῶν] στρατηγῶν ὢν Schäfer, Σπαρτιατῶν ὢν Madvig —
6 19 ἔκρινε] κρίνας Dind.
7 21 παραδόξως] διὸ παραδόξως Bek., παραδόξως οὖν Schäfer