Textus Originalis

450 DIODOR. XV 64. 65.

450 DIODOR. XV 64. 65.

Σπάρτην, χρησίμους [ὄντας] τῇ κινδυνευούσῃ περὶ τῶν ὅλων· αὐτὸς δὲ μετὰ τῶν πρεσβυτέρων φυλάτ- των τὴν τάξιν καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, κυκλωθεὶς ὑπὸ τῶν ᾿Αρκάδων μετὰ πάντων ἀνῃ- ρέθη. ᾿Ηλεῖοι δὲ τὴν τετάρτην μοῖραν ἔχοντες, καὶ κατ᾿ ἄλλους τόπους πεπταμένους διελθόντες, εἰς τὴν Σελλασίαν παρεγένοντο· εἰς τοῦτον γὰρ τὸν τόπον πᾶσι καταντᾶν παρήγγελτο. ἀθροισθείσης δὲ ἁπάσης τῆς δυνάμεως εἰς τὴν Σελλασίαν, προῆγον ἐπ᾿ αὐτὴν τὴν Σπάρτην πορθοῦντες ἅμα καὶ πυρ- πολοῦντες τὴν χώραν. οἱ δὲ Λακεδαιμόνιοι, πεν- τακόσια ἔτη τὴν Λακωνικὴν τετηρηκότες ἀπόρθη- τον, τότε θεωροῦντες δῃουμένην ὑπὸ τῶν πολεμίων οὐκ ἐκαρτέρουν, ἀλλὰ τοῖς θυμοῖς προπίπτοντες ἐξεπήδων ἐκ τῆς πόλεως· κωλυόμενοι δ᾿ ὑπὸ τῶν πρεσβυτέρων προϊέναι μακρότερον ἀπὸ τῆς πατρίδος, μή τις ἐπίθηται, ἐπείσθησαν τὴν ἡσυχίαν ἄγειν καὶ τῇ πόλει παρέχεσθαι τὴν ἀσφάλειαν. τῶν δὲ περὶ τὸν ᾿Επαμεινώνδαν διὰ τοῦ Ταϋγέτου καταβαινόν- των ἐπὶ τὸν Εὐρώταν, καὶ διαβαινόντων τὸν πο- ταμὸν σφοδρὸν ὄντα τῷ ῥεύματι κατὰ τὴν χειμε- ρινὴν ὥραν, ὁρῶντες οἱ Λακεδαιμόνιοι τεταραγμένην τὴν δύναμιν τῶν ἐναντίων διὰ τὴν χαλεπότητα τῆς διαβάσεως, καιρὸν ἔλαβον εὔθετον πρὸς τὴν ἐπί- θεσιν, καὶ τὰς μὲν γυναῖκας καὶ παῖδας, ἔτι δὲ καὶ τοὺς γεγηρακότας, ἀπέλιπον ἐν τῇ πόλει φυλάττον-