Textus Originalis

46 DIODOR. XIII 30. 31.

46 DIODOR. XIII 30. 31.

ἔλεον καὶ καταφυγὴν ἀπολελοίπασι. τί γὰρ τῶν αἰσχίστων οὐκ ἐβουλεύσαντο, τί δὲ τῶν δεινοτάτων οὐκ ἔπραξαν; πλεονεξίας ἴδιόν ἐστι τὸ ταῖς ἰδίαις εὐτυχίαις οὐκ ἀρκούμενον τῶν πόρρω κειμένων καὶ μηδὲν προσηκόντων ἐπιϑυμεῖν: οὗτοι ταῦτ᾽ ἔπραξαν. εὐδαιμονέστατοι γὰρ ὄντες τῶν ῾Ελλήνων, τὴν εὐτυχίαν ὥσπερ βαρὺ φορτίον οὐ φέροντες, τὴν πελάγει τηλικούτῳ διειργομένην Σικελίαν ἐπεϑύμησαν κατακληρουχῆσαι, τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενοι. δεινόν ἐστι μὴ προαδικηϑέντας πόλεμον ἐπιφέρειν: καὶ τοῦτ᾽ ἐνήργησαν. φίλοι γὰρ ὄντες τὸν ἔμπροσϑεν χρόνον, ἐξαίφνης ἀνελπίστως τηλικαύτῃ δυνάμει Συρακοσίους ἐπολιόρκησαν. ὑπερηφάνων ἐστὶ τὸ τῶν μήπω κρατηϑέντων προλαμβάνοντα τὴν τύχην καταψηφίζεσϑαι τιμωρίαν: οὐδὲ τοῦτο παραλελοίπασι. πρὸ τοῦ γὰρ ἐπιβῆναι τῆς Σικελίας γνώμην ἐκύρωσαν Συρακοσίους μὲν καὶ Σελινουντίους ἐξανδραποδίσασϑαι, τοὺς δὲ λοιποὺς διδόναι φόρους ἀναγκάζειν. ὅταν οὖν περὶ τοὺς αὐτοὺς ἀνϑρώπους ὑπάρχῃ πλεονεξία, ἐπιβουλή, ὑπερηφανία, τίς ἂν νοῦν ἔχων αὐτοὺς ἐλεήσειεν; ἐπεί τοί γε ᾿Αϑηναῖοι πῶς ἐχρήσαντο Μιτυληναίοις; κρατήσαντες γὰρ αὐτῶν, ἀδικῆσαι μὲν οὐδὲν βουλομένων, ἐπιϑυμούντων δὲ τῆς ἐλευϑερίας, ἐψηφίσαντο τοὺς ἐν τῇ πόλει κατασφάξαι. ὠμόν τε καὶ βάρβαρον τὸ πεπραγμένον. καὶ ταῦτα ἐξήμαρτον εἰς ῞Ελληνας, εἰς συμμάχους, εἰς εὐερ-

Note a pie di pagina

1 2 δεινῶν AJK

2 7 ὥσπερ] τι add. L

3 10 ἐξανδραποδισόμενοι P

4 14 ὑπερήφανον O-PF¹

5 15 προλαμβάνοντας conicio ex v. 10 et c. 52, 7