Textus Originalis
Ol. 102, 4 : 369 a. Chr. 451
τας τὴν Σπάρτην, αὐτοὶ δὲ πανδημεὶ συντάξαντες τοὺς νέους ἐξεχύθησαν ἐπὶ τοὺς πολεμίους, καὶ προσπεσόντες ἄφνω τοῖς διαβαίνουσι πολὺν ἐποί- ουν φόνον. ἀμυνομένων δὲ τῶν Βοιωτῶν καὶ τῶν ᾿Αρκάδων, καὶ τῷ πλήθει κυκλούντων τοὺς ἐναντίους, οἱ Σπαρτιᾶται πολλοὺς ἀνῃρηκότες ἐπ- ανῆλθον εἰς τὴν πόλιν, φανερῶς ἐνδεδειγμένοι τὰς ἰδίας ἀνδραγαθίας. μετὰ δὲ ταῦτα τῶν περὶ τὸν ᾿Επαμεινώνδαν πάσῃ τῇ δυνάμει καταπληκτικῶς προσβαλλόντων τῇ πόλει, οἱ μὲν Σπαρτιᾶται συνερ- γὸν ἔχοντες τὴν τῶν τόπων ὀχυρότητα, πολλοὺς μὲν ἀπέκτειναν τῶν προπετῶς βιαζομένων, τέλος δ᾿ οἱ πολιορκοῦντες πᾶσαν εἰσενεγκάμενοι σπου- δὴν τὸ μὲν πρῶτον ἀπείκαζον βίᾳ χειρώσασθαι τὴν Σπάρτην· ἐπεὶ δὲ τῶν βιαζομένων οἱ μὲν ἀπέθνη- σκον, οἱ δ᾿ ἐτραυματίζοντο, ἀνεκαλέσαντο τῇ σάλ- πιγγι τοὺς στρατιώτας οἱ περὶ τὸν ᾿Επαμεινώνδαν, αὐτοὶ δὲ προσελθόντες τῇ πόλει προεκαλοῦντο τοὺς Σπαρτιάτας εἰς παράταξιν, ἢ ξυνομολογεῖσθαι προσ- έταττον ἥττους εἶναι τῶν πολεμίων. ἀποκριναμέ- νων δὲ τῶν Σπαρτιατῶν, ὅτι καιρὸν λαβόντες εὔ- θετον διαγωνιοῦνται περὶ τῶν ὅλων, ἀπηλλάγησαν ἀπὸ τῆς πόλεως. πᾶσαν δὲ τὴν Λακωνικὴν δῃώ- σαντες, καὶ λαφύρων ἀναρίθμητον πλῆθος ἀθροί- σαντες, ἀπεχώρησαν εἰς τὴν ᾿Αρκαδίαν. Μετὰ δὲ ταῦτ᾽ ᾿Αθηναῖοι μέν, ὑστερηκότες τῶν καιρῶν, ἐπανῆλθον εἰς τὴν ᾿Αττικὴν οὐδὲν πράξαν- τες μνήμης ἄξιον, τοῖς δὲ Λακεδαιμονίοις παρὰ