Textus Originalis

452 DIODOR. XV 65. 66.

452 DIODOR. XV 65. 66.

τῶν συμμάχων ἧκον βοηθήσοντες στρατιῶται τετρα- κισχίλιοι. πρὸς δὲ τούτοις προσθέντες τοὺς Εἵλωτας ἠλευθερωμένους προσφάτως χιλίους καὶ τῶν Βοι- ωτῶν φυγάδων διακοσίους, ἔτι δ᾽ ἐκ τῶν σύνεγγυς πόλεων οὐκ ὀλίγους μεταπεμψάμενοι, κατεσκεύαζον δύναμιν ἀντίπαλον τοῖς πολεμίοις. ταύτην δ᾿ ἀθρόαν συνέχοντες καὶ γυμνάζοντες αἰεὶ μᾶλλον ἐθάρρουν καὶ παρεσκευάζοντο πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα. ᾿Επαμεινώνδας δὲ φύσει μεγαλεπίβολος ὢν καὶ δόξης ὀρεγόμενος αἰωνίου, συνεβούλευε τοῖς τε ᾿Αρ- κάσι καὶ τοῖς ἄλλοις συμμάχοις οἰκίσαι τὴν Μεσ- σήνην, πολλὰ μὲν ἔτη γεγενημένην ἀνάστατον ὑπὸ Λακεδαιμονίων, τόπον δ᾽ εὔθετον ἔχουσαν κατὰ τῆς Σπάρτης. συγκατατιθεμένων δὲ πάντων ἀνε- ζήτησε τοὺς ἀπολελειμμένους τῶν Μεσσηνίων, καὶ τῶν ἄλλων τοὺς βουλομένους καταλέξας εἰς τὴν πολιτείαν ἔκτισε τὴν Μεσσήνην, πολλοὺς ποιήσας αὐτῆς οἰκήτορας. τούτοις δὲ κατακληρουχήσας καὶ τὴν χώραν, [ἀνοικοδομήσας] ἀνέσωσε πόλιν ἐπίσημον ῾Ελληνίδα, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ πᾶσιν ἀνθρώποις. οὐκ ἀνοίκειον δ᾽ εἶναι νομίζω, πολ- λάκις τῆς Μεσσήνης ἁλούσης καὶ κατασκαφείσης, τὰ περὶ αὐτὴν ἀπ᾿ ἀρχῆς ὡς ἐν κεφαλαίοις παραδρα- μεῖν. τὸ μὲν οὖν παλαιὸν οἱ ἀπὸ Νηλέως καὶ Νέ- στορος κατέσχον αὐτὴν μέχρι τῶν Τρωικῶν χρόνων, μετὰ δὲ ταῦθ᾿ ὁ ᾿Αγαμέμνονος ᾿Ορέστης καὶ οἱ ἀπὸ