Textus Originalis

Ol. 102, 4 : 369 a. Chr. 453

Ol. 102, 4 : 369 a. Chr. 453

τούτου μέχρι τῆς καθόδου τῶν ῾Ηρακλειδῶν, ἀπὸ δὲ ταύτης Κρεσφόντης ἔλαχε τὴν Μεσσηνίαν μερίδα, καὶ οἱ ἀπὸ τούτου μέχρι τινὸς ἐβασίλευσαν αὐτῆς· ὕστερον δὲ τῶν ἀπὸ Κρεσφόντου τὴν βασιλείαν ἀποβαλόντων Λακεδαιμόνιοι κύριοι κατέστησαν αὐ- τῆς. μετὰ δὲ ταῦτα Τηλέκλου τοῦ βασιλέως τῶν Λακεδαιμονίων ἀποθανόντος ἐν ἀγῶνι κατεπολε- μήθησαν ὑπὸ Λακεδαιμονίων οἱ Μεσσήνιοι. τοῦ- τον δὲ τὸν πόλεμον εἴκοσι ἔτη φασι γενέσθαι, κατ- ομοσαμένων τῶν Λακεδαιμονίων μὴ ἀνακάμψειν εἰς τὴν Σπάρτην, ἐὰν μὴ Μεσσήνην ἕλωσιν. τότε συνέβη τοὺς παρθενίας ὀνομασθέντας γεννηθῆναι καὶ κτίσαι τὴν τῶν Ταραντίνων πόλιν. ὕστερον δὲ δουλευόντων Μεσσηνίων τοῖς Λακεδαιμονίοις, ᾿Αρι- στομένης ἔπεισε τοὺς Μεσσηνίους ἀποστῆναι τῶν Σπαρτιατῶν, καὶ πολλὰ κακὰ διειργάσατο τοὺς Σπαρτιάτας, ὅτε καὶ Τυρταῖος ὁ ποιητὴς ὑπὸ ᾿Αθη- ναίων ἡγεμὼν ἐδόθη τοῖς Σπαρτιάταις. ἔνιοι δὲ τὸν ᾿Αριστομένη γεγονέναι φασὶ κατὰ τὸν εἰκοσαετῆ πόλεμον. ὁ δ᾽ ὕστατος ἐγένετο πόλεμος αὐτοῖς σεισμοῦ μεγάλου γενομένου· καὶ τῆς μὲν Σπάρ- της ὅλης σχεδὸν συγχυθείσης, ἀνδρῶν δ᾽ ἐρήμου γενομένης, οἱ Μεσσηνίων περιλειφθέντες ᾤκισαν τὴν ᾿Ιθώμην μετὰ τῶν συναποστάντων Εἱλώτων, ἀνα- στάτου γεγενημένης τῆς Μεσσήνης πολλοὺς χρό- νους. ἀτυχήσαντες δ᾽ ἐν πᾶσι τοῖς πολέμοις τὸ