Textus Originalis

454 DIODOR. XV 66—68.

454 DIODOR. XV 66—68.

τελευταῖον ἀνάστατοι γενόμενοι κατῴκησαν ἐν Ναυ- πάκτῳ, δόντων αὐτοῖς ᾿Αθηναίων οἰκητήριον τήνδε τὴν πόλιν. καὶ τινὲς μὲν αὐτῶν εἰς Κεφαλληνίαν ἐξέπεσον, τινὲς δ᾽ ἐν Σικελίᾳ Μεσσήνην τὴν ἀπ᾽ ἐκείνων ὀνομασθεῖσαν κατῴκησαν. τὸ δὲ τελευταῖον κατὰ τοὺς ὑποκειμένους καιροὺς Θηβαῖοι, πείσαν- τος αὐτοὺς ᾿Επαμεινώνδου καὶ πανταχόθεν συναγα- γόντος τοὺς Μεσσηνίους, ᾤκισαν τὴν Μεσσήνην καὶ τὴν ἀρχαίαν αὐτοῖς χώραν ἀποκατέστησαν. περὶ μὲν οὖν τὴν Μεσσήνην τοσαύτας καὶ τηλικαύτας συνέβη γενέσθαι μεταβολάς. Οἱ δὲ Θηβαῖοι πάντα τὰ προειρημένα συντελέ- σαντες ἐν ἡμέραις ὀγδοήκοντα καὶ πέντε, καὶ καταλιπόντες φυλακὴν ἀξιόλογον τῆς Μεσσήνης, ἐπανῆλθον εἰς τὴν οἰκείαν. Λακεδαιμόνιοι δὲ παρα- δόξως ἀποτετριμμένοι τοὺς πολεμίους, ἀπέστειλαν πρεσβευτὰς εἰς τὰς ᾿Αθήνας τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν, καὶ τὰς μὲν ὁμολογίας ἐποιήσαντο περὶ τῆς ἡγεμονίας, ὥστε τῆς μὲν θαλάττης ἄρχειν ᾿Αθηναίους, τῆς δὲ γῆς τοὺς Λακεδαιμονίους. μετὰ δὲ ταῦτα ἐν ἀμφοτέραις [ταῖς πόλεσιν] ἐποιήσαντο κοινὰς τὰς ἡγεμονίας. ᾿Αρκάδες δὲ Λυκομήδην στρα- τηγὸν προχειρισάμενοι, καὶ παραδόντες αὐτῷ τοὺς ἐπιλέκτους ὀνομαζομένους, ὄντας πεντακισχιλίους, ἐστράτευσαν ἐπὶ Πελλήνην τῆς Λακωνικῆς, καὶ τὴν μὲν πόλιν βίᾳ χειρωσάμενοι τοὺς ἐγκαταληφθέντας