Textus Originalis
Ol. 102, 4 : 369 a. Chr. 455
φρουροὺς τῶν Λακεδαιμονίων ἀπέκτειναν, ὄντας πλείους τῶν τριακοσίων, τὴν δὲ πόλιν ἐξανδραπο- δισάμενοι καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὴν οἰκείαν, φθάσαντες τὴν παρὰ τῶν Λακεδαιμο- νίων βοήθειαν. Βοιωτοὶ δέ, μεταπεμπομένων αὐτοὺς Θετταλῶν ἐπ᾽ ἐλευθερώσει μὲν τῶν πόλεων, κατα- λύσει δὲ τῆς ᾿Αλεξάνδρου τοῦ Φεραίου τυραννίδος ἐξαπέστειλαν Πελοπίδαν μετὰ δυνάμεως εἰς Θεττα- λίαν, δόντες ἐντολὰς αὐτῷ εἰς τὸ συμφέρον τῶν Βοιωτῶν διοικῆσαι τὰ κατὰ τὴν Θετταλίαν. οὗτος δὲ καταντήσας εἰς Λάρισσαν, καὶ καταλαβὼν τὴν ἀκρόπολιν φρουρουμένην ὑπὸ ᾿Αλεξάνδρου τοῦ Μακε- δόνος, ταύτην μὲν παρέλαβεν, εἰς δὲ τὴν Μακεδο- νίαν παρελθὼν καὶ συμμαχίαν ποιησάμενος πρὸς ᾿Αλέξανδρον τὸν τῶν Μακεδόνων βασιλέα, ὅμηρον ἔλαβε παρ᾿ αὐτοῦ τὸν ἀδελφὸν Φίλιππον, ὃν ἐξέ- πεμψεν εἰς τὰς Θήβας. τὰ δὲ κατὰ τὴν Θετταλίαν διοικησάμενος ὥς ποτ᾽ ἔδοξεν αὐτῷ συμφέρειν τοῖς Βοιωτοῖς, ἐπανῆλθεν εἰς τὴν οἰκείαν. Τούτων δὲ πραχθέντων ᾿Αρκάδες καὶ ᾿Αργεῖοι καὶ ᾿Ηλεῖοι συμφρονήσαντες ἔγνωσαν στρατεύειν ἐπὶ τοὺς Λακεδαιμονίους, καὶ πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν αὐτοὺς κοινωνεῖν τοῦ πολέμου. οἱ δ᾽ ᾿Επαμεινώνδαν καταστήσαντες ἡγεμόνα μετ᾿ ἄλλων βοιωταρχῶν, ἐξέπεμψαν στρατιώτας πεζοὺς μὲν ἑπτακισχιλίους, ἱππεῖς δ᾽ ἑξακοσίους. ᾿Αθηναῖοι δὲ πυθόμενοι τὴν Βοιωτῶν στρατιὰν παριοῦσαν εἰς