Textus Originalis

456 DIODOR. XV 68. 69.

456 DIODOR. XV 68. 69.

τὴν Πελοπόννησον, ἐξέπεμψαν δύναμιν καὶ στρα- τηγὸν ἐπ᾽ αὐτῆς Χαβρίαν. οὗτος δὲ παρελθὼν εἰς Κόρινθον, καὶ προσλαβόμενος καὶ παρὰ Μεγαρέων καὶ Πελληνέων, ἔτι δὲ Κορινθίων στρατιώτας, στρα- τόπεδον συνεστήσατο ἀνδρῶν μυρίων· μετὰ δὲ ταῦτα Λακεδαιμονίων καὶ τῶν ἄλλων συμμάχων παραγε- νομένων εἰς Κόρινθον συνήχθησαν οἱ σύμπαντες οὐχ ἐλάττους δισμυρίων. ἔδοξεν οὖν αὐτοῖς ὀχυ- ρώσασθαι τὰς παρόδους καὶ διακωλύειν τοὺς Βοιω- τοὺς τῆς εἰς Πελοπόννησον εἰσβολῆς. ἀρξάμενοι δ᾽ ἀπὸ Κεγχρεῶν μέχρι Λεχαίου σταυρώμασι καὶ βαθείαις τάφροις διελάμβανον τὸν τόπον· ταχὺ δὲ τῶν ἔργων συντελουμένων διά τε τὴν πολυχειρίαν καὶ τὰς προθυμίας τῶν ἀνδρῶν, ἔφθασαν τοὺς Βοιωτοὺς πάντα τόπον ὀχυρώσαντες. ὁ δ᾽ ᾿Επαμει- νώνδας ἥκων μετὰ τῆς δυνάμεως ἐπεσκέψατο, καὶ κατανοήσας εὐεφοδώτατον εἶναι τόπον καθ᾿ ὃν οἱ Λακεδαιμόνιοι παρεφύλαττον, τὸ μὲν πρῶτον προε- καλεῖτο τοὺς πολεμίους εἰς παράταξιν, σχεδὸν τρι- πλασίους ὄντας τοῖς πλήθεσιν, οὐδενὸς δὲ τολμῶν- τος ἐκτὸς τοῦ τειχίσματος προελθεῖν, ἀλλ᾿ ἀπὸ τοῦ χαρακώματος ἀμυνομένων ἁπάντων, προσῆγε τὴν βίαν τοῖς πολεμίοις. κατὰ πάντα μὲν οὖν τὸν τό- πον ἐγίνοντο προσβολαὶ καρτεραί, μάλιστα δὲ κατὰ Λακεδαιμονίους, εὐεφόδων ὄντων καὶ δυσφυλάκτων τῶν τόπων. μεγάλης δὲ φιλοτιμίας γενομένης παρ᾿