Textus Originalis

Ol. 102, 4 : 369 a. Chr. 457

Ol. 102, 4 : 369 a. Chr. 457

ἀμφοτέροις, ᾿Επαμεινώνδας ἔχων μεθ᾿ ἑαυτοῦ τοὺς ἀρίστους τῶν Θηβαίων μόγις ἐβιάσατο τοὺς Λακε- δαιμονίους· διακόψας δὲ τὴν φυλακὴν αὐτῶν καὶ τὴν δύναμιν διαγαγὼν παρῆλθεν εἰς τὴν Πελο- πόννησον, διαπραξάμενος ἔργον οὐδὲν τῶν προ- κατειργασμένων καταδεέστερον. Εὐθὺς δὲ ἐπὶ Τροιζῆνα καὶ ᾿Επίδαυρον πορευ- θεὶς τὴν μὲν χώραν ἐδῄωσε, τῶν δὲ πόλεων οὐκ ἐδυνήθη κρατῆσαι διὰ τὸ φρουρὰς ἔχειν ἀξιολόγους, Σικυῶνα δὲ καὶ Φλιοῦντα καί τινας ἄλλας πόλεις καταπληξάμενος προσηγάγετο. στρατεύσας δ᾽ ἐπὶ Κόρινθον, καὶ τῶν Κορινθίων ἐπεξελθόντων νική- σας μάχῃ, τούτους μὲν ἐντὸς τῶν τειχῶν συνε- δίωξε, τῶν δὲ Βοιωτῶν διὰ τὴν εὐημερίαν μετεω- ρισθέντων, καί τινων προχείρως τολμησάντων διὰ τῆς πύλης εἰς τὴν πόλιν εἰσβιάζεσθαι, οἱ μὲν Κορίν- θιοι δείσαντες ἐτράπησαν εἰς τὰς οἰκίας, Χαβρίας δ᾽ ὁ τῶν ᾿Αθηναίων στρατηγὸς ἐμφρόνως ἅμα καὶ τεθαρρηκότως ὑποστὰς τοὺς μὲν ἐξέβαλεν ἐκ τῆς πόλεως, πολλοὺς δὲ τῶν Βοιωτῶν κατέβαλεν. γενο- μένης δὲ φιλοτιμίας, οἱ μὲν Βοιωτοὶ πᾶσαν τὴν δύναμιν συντάξαντες ἐπῆγον ἐπὶ τὴν Κόρινθον καταπληκτικῶς, ὁ δὲ Χαβρίας ἀναλαβὼν τοὺς ᾿Αθη- ναίους προῆγεν ἐκ τῆς πόλεως, καὶ καταλαβόμενος τοὺς ὑπερδεξίους τόπους ὑπέστη τὴν τῶν πολε- μίων ἔφοδον. οἱ μὲν οὖν Βοιωτοί, πεποιθότες ταῖς τῶν σωμάτων ῥώμαις καὶ ταῖς ἐν τοῖς συνεχέσι