Textus Originalis
458 DIODOR. XV 69—71.
πολέμοις ἐμπειρίαις, τῇ βίᾳ τοὺς ᾿Αθηναίους ἤλπιζον χειρώσασθαι. οἱ δὲ περὶ τὸν Χαβρίαν ἐκ τόπων ὑπερδεξίων ἀγωνιζόμενοι, καὶ πολλῶν ἐκ τῆς πόλεως χορηγουμένων, οὓς μὲν ἀνῄρουν τῶν βιαζομένων, τοὺς δὲ κατετίτρωσκον. οἱ δὲ Βοιωτοί, πολλὰ μὲν κακοπαθήσαντες, οὐδὲν δὲ πρᾶξαι δυνάμενοι, τὴν ἀναχώρησιν ἐποιήσαντο. Χαβρίας μὲν οὖν ἐπὶ ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει θαυμασθεὶς τοῦτον τὸν τρόπον ἀπετρίψατο τοὺς πολεμίους. ᾿Εκ δὲ τῆς Σικελίας Κελτοὶ καὶ Ἴβηρες δισχίλιοι κατέπλευσαν εἰς Κόρινθον, ἐκπεμφθέντες ὑπὸ Διο- νυσίου τοῦ τυράννου συμμαχῆσαι Λακεδαιμονίοις, εἰς μῆνας πέντε τοὺς μισθοὺς εἰληφότες. οἱ δ᾽ Ἕλληνες πεῖραν αὐτῶν βουλόμενοι λαβεῖν προῆγον αὐτούς, καὶ κατὰ τὰς συμπλοκὰς καὶ μάχας ἀνδρα- γαθούντων αὐτῶν, πολλοί τε τῶν Βοιωτῶν καὶ τῶν συμμάχων ὑπ᾽ αὐτῶν ἀνῃροῦντο. διόπερ δόξαντες εὐχειρίᾳ καὶ ἀνδρείᾳ διαφέρειν καὶ πολλὰς χρείας παρασχόμενοι, καὶ τιμηθέντες ὑπὸ τῶν Λακεδαι- μονίων τοῦ θέρους λήγοντος ἐξαπεστάλησαν εἰς τὴν Σικελίαν. μετὰ δὲ ταῦτα Φιλίσκος μὲν ὑπ᾽ ᾿Αρταξέρξου τοῦ βασιλέως ἀποσταλεὶς κατέπλευσεν ἐπὶ τὴν ῾Ελλάδα, παρακαλῶν τοὺς Ἕλληνας διαλύ- σασθαι μὲν τοὺς πολέμους, εἰρήνην δὲ κοινὴν συν- θέσθαι. οἱ μὲν οὖν ἄλλοι πάντες ἀσμένως ὑπή- κουσαν, Θηβαῖοι δὲ κατὰ τὴν ἰδίαν ὑπόστασιν ὅλην