Textus Originalis
Ol. 103, 1 : 368 a. Chr. 459
τὴν Βοιωτίαν ὑπὸ μίαν ἀγαγόντες συντέλειαν οὐ προσεδέχθησαν. ἀπογνωσθείσης δὲ τῆς κοινῆς εἰρήνης, ὁ μὲν Φιλίσκος καταλιπὼν τοῖς Λακεδαι- μονίοις δισχιλίους ἐπιλέκτους μισθοφόρους ἔχοντας τοὺς μισθούς, ἀπῆλθεν εἰς τὴν ᾿Ασίαν. ἅμα δὲ τούτοις πραττομένοις Εὔφρων ὁ Σικυώνιος, διαφέ- ρων θράσει καὶ ἀπονοίᾳ, συνεργοὺς λαβὼν ᾿Αργείους ἐπέθετο τυραννίδι. κρατήσας δὲ τῆς ἐπιβολῆς τετ- ταράκοντα τοὺς εὐπορωτάτους τῶν Σικυωνίων ἐφυ- γάδευσε, δημεύσας αὐτῶν τὰς οὐσίας, καὶ πολλῶν χρημάτων κυριεύσας μισθοφόρους ἤθροισε καὶ τῆς πόλεως ἐδυνάστευσεν. ᾿Επ᾿ ἄρχοντος δ᾽ ᾿Αθήνησι Ναυσιγένους ἐν ῾Ρώμῃ χιλίαρχοι κατεστάθησαν ἀντὶ τῶν ὑπάτων τέτταρες, Λεύκιος Παπίριος, Λεύκιος Μενήνιος, Σερούιος Κορνήλιος, Σερούιος Σουλπίκιος. παρὰ δὲ ᾿Ηλείοις ὀλυμπιὰς ἤχθη τρίτη πρὸς ταῖς ἑκατόν, καθ᾿ ἣν ἐνίκα στάδιον Πυθόστρατος ᾿Αθηναῖος. ἐπὶ δὲ τού- των Πτολεμαῖος ὁ ᾿Αλωρίτης [ὁ ᾿Αμύντου υἱὸς] ἐδο- λοφόνησεν ᾿Αλέξανδρον [τὸν ἀδελφόν], καὶ ἐβασί- λευσε τῆς Μακεδονίας ἔτη τρία. κατὰ δὲ τὴν Βοιωτίαν Πελοπίδας ἐφάμιλλος ὢν τῷ ᾿Επαμεινώνδᾳ τῇ κατὰ πόλεμον δόξῃ, καὶ θεωρῶν ἐκεῖνον τὰ περὶ τὴν Πελοπόννησον συμφερόντως κατεσκευακότα τοῖς Βοιωτοῖς, ἔσπευδε τὰ ἐκτὸς Πελοποννήσου δι᾽ αὑτοῦ προσάγεσθαι τοῖς Θηβαίοις. παραλαβὼν δὲ