Textus Originalis
460 DIODOR. XV 71. 72.
᾿Ισμηνίαν, ἄνδρα φίλον μὲν ἑαυτοῦ, θαυμαζόμενον δ᾽ ἐπ᾿ ἀρετῇ, παρῆλθεν εἰς Θετταλίαν. καταντήσας δὲ πρὸς ᾿Αλέξανδρον τὸν Φερῶν τύραννον, ἀλόγως συνελήφθη μετὰ ᾿Ισμηνίου καὶ εἰς φυλακὴν παρε- δόθη. Θηβαίων δ᾽ ἐπὶ τοῖς πραχθεῖσι παροξυνθέν- των, καὶ ταχέως εἰς τὴν Θετταλίαν ἐκπεμψάντων ὁπλίτας μὲν ὀκτακισχιλίους, ἱππεῖς δ᾽ ἑξακοσίους, φοβηθεὶς ᾿Αλέξανδρος ἐξέπεμψε πρεσβευτὰς εἰς τὰς ᾿Αθήνας περὶ συμμαχίας. ᾧ παραχρῆμα ὁ δῆμος ἐξέπεμψε ναῦς μὲν τριάκοντα, στρατιώτας δὲ χιλίους, ὧν ἦν στρατηγὸς Αὐτοκλῆς. ἐν ὅσῳ δ᾽ οὗτος περιέπλει τὴν Εὔβοιαν, Θηβαῖοι κατήντησαν εἰς Θετταλίαν. τοῦ δ᾽ ᾿Αλεξάνδρου πεζὴν δύναμιν ἠθροικότος καὶ ἱππεῖς πολλαπλασίους ἔχοντος τῶν Βοιωτῶν, τὸ μὲν πρῶτον οἱ Βοιωτοὶ διὰ μάχης ἔκρινον λῦσαι τὸν πόλεμον, συνεργοὺς ἔχοντες τοὺς Θετταλούς· ὡς δ᾽ οὗτοι μὲν αὐτοὺς ἐγκατέ- λιπον, ᾿Αθηναῖοι δὲ καί τινες ἄλλοι σύμμαχοι παρε- γένοντο τῷ ᾿Αλεξάνδρῳ, τὰ δὲ σῖτα καὶ ποτὰ τἄλλα πάντα ἐπέλειπε τοῖς Βοιωτοῖς, ἔγνωσαν οἱ βοιωτάρχαι τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι. ἀναζευξάντων δ᾽ αὐτῶν, καὶ τῆς πορείας οὔσης διὰ χώρας πεδιάδος, ᾿Αλέξανδρος ἐπηκολούθει πολλοῖς ἱππεῦσι καὶ τοῖς ἐπὶ τῆς οὐραγίας ἐπέθετο. τῶν δὲ Βοιωτῶν οἱ μὲν κατακοντιζόμενοι συνεχῶς ἀπέ- θνησκον, οἱ δὲ τραύμασι περιέπιπτον, τέλος δ᾽