Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 47

Ol. 91, 4 : 413 a. Chr. 47

γέτας πολλάκις γεγενημένους. μὴ δὴ νῦν ἀγανακτούντων, εἰ τοιαῦτα πρὸς τοὺς ἄλλους πράξαντες αὐτοὶ παραπλησίας τεύξονται τιμωρίας: δικαιότατον γάρ ἐστιν, ὃν καϑ᾽ ἑτέρων νόμον τις ἔϑηκε, τούτῳ χρώμενον μὴ ἀγανακτεῖν. καὶ τί λέγω Μηλίους, οὓς ἐκπολιορκήσαντες ἡβηδὸν ἀπέκτειναν, καὶ Σκιωναίους, οἳ συγγενεῖς ὄντες τῆς αὐτῆς Μηλίοις τύχης ἐκοινώνησαν; ὥστε δύο δήμους πρὸς ᾿Αττικὴν ὀργὴν ἐπταικότας οὐδὲ τοὺς κηδεύσαντας ἔχειν τὰ τῶν τετελευτηκότων σώματα. οὐ Σκύϑαι τοῦτ᾽ ἔπραξαν, ἀλλ᾽ ὁ προσποιούμενος φιλανϑρωπίᾳ διαφέρειν δῆμος ψηφίσμασι τὰς πόλεις ἄρδην ἀνῄρηκεν. ἤδη λογίζεσϑε, τί ἂν ἔπραξαν, εἰ τὴν τῶν Συρακοσίων πόλιν ἐξεπόρϑησαν: οἱ γὰρ τοῖς οἰκείοις οὕτως ὠμῶς χρησάμενοι τοῖς μηδὲν προσήκουσι βαρυτέραν ἂν ἐξεῦρον τιμωρίαν. οὐκ ἔστιν οὖν τούτοις δίκαιος ἀποκείμενος ἔλεος: αὐτοὶ γὰρ αὐτὸν ἐπὶ τῶν ἰδίων ἀκληρημάτων ἀνῃρήκασι. ποῦ γὰρ ἄξιον τούτοις καταφυγεῖν; πρὸς ϑεούς, ὧν τὰς πατρίους τιμὰς ἀφελέσϑαι προείλοντο; πρὸς ἀνϑρώπους, οὓς δουλωσόμενοι παρεγένοντο; Δήμητραν καὶ Κόρην καὶ τὰ τούτων ἐπικαλοῦνται μυστήρια, τὴν ἱερὰν αὐτῶν νῆσον πεπορϑηκότες; ναί, ἀλλ᾽ οὐκ αἴτιον τὸ πλῆϑος τῶν ᾿Αϑηναίων, ἀλλ᾽ ᾿Αλκιβιάδης ὁ ταῦτα συμβουλεύσας. ἀλλ᾽ εὑρήσο-

Note a pie di pagina

1 3 δικαιότατον Wess. et Bek., δικαιότερον O

2 5 χρωμένων Reiske

3 καὶ om. AL

4 οὓς add. Dind. (c. 27, 3)

5 9 οὐδὲ AL, οὐδὲν οὐδὲς κηδεύσαντας PAFJK, κηδεύσοντας c

6 10 ταῦτ᾽ A

7 12 ψηφίσματι a

8 13 ἔπραξαν εἰς τὴν... πόλιν, εἰ ἐξ. L

9 14 ἐξεπολιόρκησαν Wurm

10 17 aut δικαίως aut ἀποκεῖσϑαι Reiske

11 18 ποῖ Dind.