Textus Originalis
Ol. 103, 1 : 368 a. Chr. 461
οὔτε μένειν οὔτε προάγειν ἐώμενοι εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτον, ἅτε δὴ καὶ τῶν ἐπιτηδείων σπανιζόντων. ἤδη δ᾽ αὐτῶν τὴν σωτηρίαν ἀπογι- νωσκόντων, ᾿Επαμεινώνδας ἰδιωτεύων κατ᾽ ἐκεῖνον τὸν χρόνον ὑπὸ τῶν στρατιωτῶν κατεστάθη στρα- τηγός. εὐθὺς δὲ διαλέξας τούς τε ψιλοὺς καὶ τοὺς ἱππεῖς, τούτους μὲν αὐτὸς ἀνέλαβε, καὶ ταχθεὶς ἐπὶ τῆς οὐραγίας διὰ τούτων ἀνέστελλε τοὺς ἐπ- ακολουθοῦντας πολεμίους καὶ πολλὴν ἀσφάλειαν παρείχετο τοῖς προηγουμένοις ὁπλίταις. ποιούμενος δὲ μάχας ἐξ ὑποστροφῆς καὶ τάξει φιλοτέχνῳ χρώ- μενος διέσωσε τὸ στρατόπεδον. αἰεὶ δὲ μᾶλλον διὰ τῶν κατορθωμάτων αὔξων τὴν ἰδίαν εὐδοξίαν μεγά- λης ἀποδοχῆς ἐτύγχανε παρά τε τοῖς πολίταις καὶ τοῖς συμμάχοις. οἱ δὲ Θηβαῖοι τοὺς τότε βοιωταρ- χήσαντας καταδικάσαντες, πολλοῖς χρήμασιν ἐζημίω- σαν. ἐπιζητουμένης δὲ τῆς αἰτίας, πῶς ὁ τοιοῦτος ἀνὴρ ἰδιώτης ὢν ἐστρατεύετο μετὰ τῶν εἰς Θεττα- λίαν ἀποσταλέντων, ἀποδοτέον τὸν οἰκεῖον λόγον τῆς ἀπολογίας. τῇ μάχῃ τῇ περὶ Κόρινθον ᾿Επα- μεινώνδας διακόψας τὴν ἐπὶ τοῦ προτειχίσματος φυλακὴν τῶν Λακεδαιμονίων, καὶ δυνάμενος πολ- λοὺς ἀνελεῖν τῶν πολεμίων, ἠρκέσθη τῷ προτερή- ματι καὶ τῆς ἐπὶ πλεῖον μάχης ἀπέστη. γενομένης δὲ περὶ αὐτὸν ἱκανῆς ὑποψίας ὡς πεφεισμένου τῶν Λακεδαιμονίων ἰδίας ἕνεκα χάριτος, οἱ φθονοῦντες αὐτοῦ τῇ δόξῃ καιρὸν ἔλαβον εὐλόγου διαβολῆς.