Textus Originalis

Ol. 103, 3—4 : 366—5 a. Chr. 467

Ol. 103, 3—4 : 366—5 a. Chr. 467

καὶ Βοιωτικὸς κληθεὶς πόλεμος κατελύθη, πλείω μείνας ἐτῶν πέντε, τὴν ἀρχὴν λαβὼν ἀπὸ τῶν Λευκτρικῶν. ῾Υπῆρξαν δὲ κατὰ τούτους τοὺς χρόνους ἄνδρες κατὰ παιδείαν ἄξιοι μνήμης ᾿Ισοκράτης τε ὁ ῥήτωρ καὶ οἱ τούτου γενόμενοι μαθηταὶ καὶ ᾿Αριστοτέλης ὁ φιλόσοφος, ἔτι δὲ ᾿Αναξιμένης ὁ Λαμψακηνὸς καὶ Πλάτων ὁ ᾿Αθηναῖος, ἔτι δὲ τῶν Πυθαγορικῶν φιλοσόφων οἱ τελευταῖοι, Ξενοφῶν τε ὁ τὰς ἱστο- ρίας συγγραψάμενος ἐσχατογήρως ὢν· μέμνηται γὰρ τῆς ᾿Επαμεινώνδου τελευτῆς μετ᾽ ὀλίγον χρόνον γεγενημένης· ᾿Αρίστιππός τε καὶ ᾿Αντισθένης, πρὸς δὲ τούτοις Αἰσχίνης ὁ Σφήττιος ὁ Σωκρατικός. ᾿Επ᾽ ἄρχοντος δ᾽ ᾿Αθήνησι Χίωνος ἐν ῾Ρώμῃ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν Κόιντος Σε- ρουίλιος καὶ Γάιος Οὐετούριος καὶ Αὖλος Κορνή- λιος, πρὸς δὲ τούτοις Μάρκος Κορνήλιος καὶ Μάρ- κος Φάβιος. ἐπὶ δὲ τούτων εἰρήνης οὔσης κατὰ πᾶσαν τὴν ῾Ελλάδα, πάλιν ἀρχαὶ πολέμων συνέστη- σάν τισι τῶν πόλεων καὶ νεωτέρων πραγμάτων και- νοτομία παράλογος. οἱ γὰρ τῶν ᾿Αρκάδων φυγάδες ὁρμηθέντες ἐξ ῎Ηλιδος κατελάβοντο τῆς ὀνομαζο- μένης Τριφυλίας χωρίον ὀχυρόν, ὃ προσηγόρευται Λασίων. ἐκ πολλῶν δὲ χρόνων περὶ τῆς Τριφυ- λίας ἠμφεσβήτουν ᾿Αρκάδες καὶ ᾿Ηλεῖοι, καὶ κατὰ τὰς ἑκατέρων ἐν ταῖς μεταβολαῖς ὑπεροχὰς ἐναλλὰξ ἐκυ-