Textus Originalis

468 DIODOR. XV 77. 78.

468 DIODOR. XV 77. 78.

ρίευον τῆς χώρας· κατὰ δὲ τοὺς ὑποκειμένους και- ροὺς τῶν ᾿Αρκάδων κρατούντων τὴν Τριφυλίαν, προφάσει τῶν φυγάδων ἀφῃροῦντο ταύτην τῶν ᾿Αρκάδων οἱ ᾿Ηλεῖοι. διὸ καὶ παροξυνθέντες οἱ ᾿Αρκάδες τὸ μὲν πρῶτον πρέσβεις ἐξαποστείλαντες ἀπήτουν τὸ χωρίον· ὡς δ᾽ οὐδεὶς αὐτοῖς προσεῖχε, μετεπέμψαντο παρ᾿ ᾿Αθηναίων συμμαχίαν καὶ μετὰ ταύτης ἐστράτευσαν ἐπὶ τὸν Λασίωνα. τῶν δὲ ᾿Ηλείων βοηθησάντων τοῖς φυγάσιν ἐγένετο μάχη πλησίον τοῦ Λασίωνος, καὶ τῶν ᾿Αρκάδων πολλα- πλασίων ὄντων ἡττήθησαν ᾿Ηλεῖοι καὶ πλείους τῶν διακοσίων στρατιωτῶν ἀπέβαλον. ταύτης δὲ ἀρχῆς τοῦ πολέμου γενομένης συνέβη τὴν διαφορὰν ἐπὶ πλέον προβῆναι τοῖς ᾿Αρκάσι καὶ τοῖς ᾿Ηλείοις· εὐθὺς γὰρ οἱ μὲν ᾿Αρκάδες μετεωρισθέντες τῷ προ- τερήματι ἐστράτευσαν ἐπὶ τὴν ᾿Ηλείαν, καὶ εἷλον πόλεις Μάργανα καὶ Κρόνιον, ἔτι δὲ Κυπαρισσίαν καὶ Κορυφάσιον. — ῞Αμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Μακεδονίαν Πτολεμαῖος μὲν ὁ ᾿Αλωρίτης ἐδολοφονήθη ὑπὸ [τἀδελφοῦ] Περδίκκα, βασιλεύσας ἔτη τρία· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ Περδίκκας ἐβασίλευσε τῆς Μακεδονίας ἔτη πέντε. ᾿Επ᾽ ἄρχοντος δ᾽ ᾿Αθήνησι Τιμοκράτους ἐν ῾Ρώμῃ μὲν ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τρεῖς κατεστάθησαν, Τίτος Κοΐνκτιος καὶ Σερούιος Κορνήλιος καὶ Σε- ρούιος Σουλπίκιος, ὀλυμπιὰς δὲ ὑπὸ Πισατῶν καὶ