Textus Originalis

Ol. 104, 1 : 364 a. Chr. 469

Ol. 104, 1 : 364 a. Chr. 469

᾿Αρκάδων ἤχθη τετάρτη πρὸς ταῖς ἑκατόν, καθ᾿ ἣν ἐνίκα στάδιον Φωκίδης ᾿Αθηναῖος. ἐπὶ δὲ τούτων Πισᾶται μὲν ἀνανεωσάμενοι τὸ παλαιὸν ἀξίωμα τῆς πατρίδος καί τισι μυθικαῖς καὶ παλαιαῖς ἀποδείξεσι χρώμενοι, τὴν θέσιν τῆς ᾿Ολυμπικῆς πανηγύρεως αὑτοῖς προσήκειν ἀπεφαίνοντο. κρίνοντες δὲ τὸν παρόντα καιρὸν εὔθετον ἔχειν ἀμφισβητῆσαι τοῦ ἀγῶνος, συμμαχίαν ἐποιήσαντο πρὸς ᾿Αρκάδας ὄντας πολεμίους ᾿Ηλείων· συναγωνιστὰς δὲ λαβόντες τού- τους ἐστράτευσαν ἐπὶ τοὺς ᾿Ηλείους ἄρτι τιθέντας τὸν ἀγῶνα. ἀντιστάντων δὲ τῶν ᾿Ηλείων πανδη- μεὶ συνέστη μάχη καρτερά, θεωμένων τὴν μάχην τῶν παρόντων ἐπὶ τὴν πανήγυριν ῾Ελλήνων ἐστε- φανωμένων καὶ μεθ᾽ ἡσυχίας ἀκινδύνως ἐπιση- μαινομένων τὰς ἑκατέρωθεν ἀνδραγαθίας. τέλος Πισᾶται νικήσαντες ἔθηκαν τὸν ἀγῶνα, καὶ τὴν ὀλυμπιάδα ταύτην ὕστερον οὐκ ἀνέγραψαν ᾿Ηλεῖοι διὰ τὸ δοκεῖν βίᾳ καὶ ἀδίκως διατεθῆναι. ῞Αμα δὲ τούτοις πραττομένοις ᾿Επαμεινώνδας ὁ Θηβαῖος, μέγιστον ἔχων τῶν πολιτῶν ἀξίωμα, συν- αχθείσης ἐκκλησίας διελέχθη τοῖς πολίταις, προτρε- πόμενος αὐτοὺς ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας. διελθὼν δὲ λόγον ἐκ χρόνου πεφρον- τισμένον ἐδείκνυε τὴν ἐπιβολὴν ταύτην συμφέρου- σάν τε καὶ δυνατήν, τά τε ἄλλα προφερόμενος καὶ διότι τοῖς πεζῇ κρατοῦσι ῥᾴδιόν ἐστι περιποιήσα- σθαι τὴν τῆς θαλάττης ἀρχήν· καὶ γὰρ ᾿Αθηναίους ἐν τῷ πρὸς Ξέρξην πολέμῳ διακοσίας ναῦς ἰδίᾳ