Textus Originalis
470 DIODOR. XV 78—80.
πληροῦντας Λακεδαιμονίοις δέκα ναῦς παρεχομέ- νοις ὑποτετάχθαι. πολλὰ δὲ καὶ ἄλλα πρὸς ταύ- την τὴν ὑπόθεσιν οἰκείως διαλεχθεὶς ἔπεισε τοὺς Θηβαίους ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἀρχῆς. εὐθὺς οὖν ὁ δῆμος ἐψηφίσατο τριήρεις μὲν ἑκατὸν ναυπηγεῖσθαι, νεώρια δὲ ταύταις ἴσα τὸν ἀριθμόν, ῾Ροδίους δὲ καὶ Χίους καὶ Βυζαντίους προτρέπεσθαι βοηθῆσαι ταῖς ἐπιβολαῖς. αὐτὸς δὲ μετὰ δυνάμεως ἐκπεμφθεὶς ἐπὶ τὰς εἰρημένας πόλεις Λάχητα μὲν τὸν ᾿Αθηναίων στρατηγόν, ἔχοντα στόλον ἀξιόλογον καὶ διακωλύειν τοὺς Θηβαίους ἀπεσταλμένον, κατα- πληξάμενος καὶ ἀποπλεῦσαι συναναγκάσας, ἰδίας τὰς πόλεις τοῖς Θηβαίοις ἐποίησεν. εἰ μὲν οὖν ὁ ἀνὴρ οὗτος πλείω χρόνον ἐπέζησεν, ὡμολογημένως ἂν οἱ Θηβαῖοι τῇ κατὰ γῆν ἡγεμονίᾳ καὶ τὴν τῆς θαλάττης ἀρχὴν προσεκτήσαντο· ἐπεὶ δὲ μετ᾽ ὀλίγον χρόνον ἐν τῇ περὶ τὴν Μαντίνειαν μάχῃ λαμπρο- τάτην τὴν νίκην τῇ πατρίδι περιποιήσας ἡρωικῶς ἐτελεύτησεν, εὐθέως καὶ τὰ τῶν Θηβαίων πράγματα τῇ τούτου τελευτῇ συναπέθανεν. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀκριβῶς διέξιμεν. τότε δὲ τοῖς Θηβαίοις ἔδοξε στρατεύειν ἐπὶ τὸν ᾿Ορχομενὸν διὰ τοιαύτας τινὰς αἰτίας. τῶν φυγάδων τινὲς βουλόμενοι τὴν ἐν Θήβαις πολιτείαν εἰς ἀριστοκρατικὴν κατάστασιν μεταστῆσαι, συνέ- πεισαν τοὺς τῶν ᾿Ορχομενίων ἱππεῖς, ὄντας τριακο- σίους, συνεπιλαβέσθαι τῆς ἐπιβολῆς. οὗτοι δὲ εἰω-