Textus Originalis
48 DIODOR. XIII 31. 32.
μεν τοὺς συμβούλους κατὰ τὸ πλεῖστον στοχαζομένους τῆς τῶν ἀκουόντων βουλήσεως, ὥσϑ᾽ ὁ χειροτονῶν τῷ ῥήτορι λόγον οἰκεῖον ὑποβάλλει τῆς ἑαυτοῦ προαιρέσεως. οὐ γὰρ ὁ λέγων κύριος τοῦ πλήϑους, ἀλλ᾽ ὁ δῆμος ἐϑίζει τὸν ῥήτορα τὰ βέλτιστα λέγειν χρηστὰ βουλευόμενος. εἰ δὲ τοῖς ἀδικοῦσιν ἀνήκεστα συγγνώμην δώσομεν, ἐὰν εἰς τοὺς συμβούλους τὴν αἰτίαν ἀναφέρωσιν, εὐχερῆ τοῖς πονηροῖς τὴν ἀπολογίαν παρεξόμεϑα. ἁπλῶς δὲ πάντων ἐστὶν ἀδικώτατον τῶν μὲν εὐεργεσιῶν μὴ τοὺς συμβούλους, ἀλλὰ τὸν δῆμον ἀπολαμβάνειν τὰς χάριτας παρὰ τῶν εὖ παϑόντων, τῶν δ᾽ ἀδικημάτων ἐπὶ τοὺς ῥήτορας μεταφέρειν τὴν τιμωρίαν. καὶ ἐπὶ τοσοῦτόν τινες ἐξεστήκασι τῶν λογισμῶν, ὥστ᾽ ᾿Αλκιβιάδην, εἰς ὃν τὴν ἐξουσίαν οὐκ ἔχομεν, φασὶ δεῖν τιμωρεῖσϑαι, τοὺς δ᾽ αἰχμαλώτους ἀγομένους ἐπὶ τὴν προσήκουσαν τιμωρίαν ἀφεῖναι, καὶ πᾶσιν ἐνδείξασϑαι, διότι τὴν δικαίαν μισοπονηρίαν οὐκ ἔσχηκεν ὁ δῆμος τῶν Συρακοσίων. εἰ δὲ καὶ κατ᾽ ἀλήϑειαν αἴτιοι γεγόνασιν οἱ σύμβουλοι τοῦ πολέμου, μεμφέσϑω τὸ μὲν πλῆϑος τοῖς ῥήτορσιν ὑπὲρ ὧν ἐξηπάτησαν, ὑμεῖς δὲ δικαίως μετελεύσεσϑε τὸ πλῆϑος ὑπὲρ ὧν ἠδίκησϑε. καϑόλου δ᾽ εἰ μὲν ἐπιστάμενοι σαφῶς ἠδίκησαν, δι᾽ αὐτὴν τὴν προαίρεσιν ἄξιοι τιμωρίας, εἰ δ᾽ ἐπιβουλευσάμενοι τὸν πόλεμον ἐξήνεγκαν, οὐδ᾽ ὡς αὐτοὺς ἀφετέον, ἵνα μὴ σχεδιάζειν ἐν τοῖς τῶν ἄλλων βίοις ἐϑισϑῶσιν. οὐ γὰρ δίκαιόν ἐστι τὴν ᾿Αϑηναίων ἄγνοιαν Συρακοσίοις φέρειν ἀπώλειαν, οὐδ᾽ ἐν οἷς τὸ πραχϑὲν ἀνήκεστόν ἐστιν, ἐν τού-
Note a pie di pagina
1 2 ἀπολίπεϑαι P, ὑπολείπεϑαι F¹
2 3 νὴ] νῦν P
3 ἐκεῖ om. A
4 5 οὗ om. P
5 8 ἡμῶν PA
6 9 ἡμᾶς O-JK
7 11 μὴ δεῖν dedi
8 12 ἡμῖν PA
9 πλέον] πλημμελεῖν A
10 13 ἐπαγγελίαν Wess.
11 14 ἀπὸ PFK
12 17 διαλύσεσϑαι Pf
13 20 τοῦ] τὸ PAFK
14 23 δὴ Wess. pro δ᾽ οὖ O
15 25 ἀνῃρημένους O-PAL