Textus Originalis
Ol. 104, 1 : 364 a. Chr. 471
θότες ἐκ Θηβαίων ἀπαντᾶν ἡμέρᾳ τεταγμένῃ πρὸς τὴν ἐξοπλισίαν, εἰς ταύτην συνέθεντο ποιήσασθαι τὴν ἐπίθεσιν· πολλῶν δὲ καὶ ἄλλων κοινωνούντων τῆς προθέσεως καὶ προσορμησάντων, ἀπήντησαν πρὸς τὸν καιρόν. οἱ μὲν οὖν συστησάμενοι τὴν πρᾶξιν μετανοήσαντες ἐδήλωσαν τοῖς βοιωτάρχαις τὴν ἐπίθεσιν, προδόντες τοὺς συνομόσαντας, καὶ διὰ τῆς εὐεργεσίας ταύτης ἑαυτοῖς ἐπορίσαντο τὴν σωτηρίαν. τῶν δ᾽ ἀρχόντων συλλαβόντων τοὺς τῶν ᾿Ορχομενίων ἱππεῖς καὶ παραγαγόντων εἰς τὴν ἐκκλησίαν, ὁ δῆμος ἐψηφίσατο τούτους μὲν ἀπο- σφάξαι, τοὺς δ᾽ ᾿Ορχομενίους ἐξανδραποδίσασθαι καὶ τὴν πόλιν κατασκάψαι. ἐκ παλαιῶν γὰρ χρό- νων οἱ Θηβαῖοι πρὸς τούτους ἀλλοτρίως διέκειντο, δασμοφοροῦντες μὲν τοῖς Μινύαις ἐν τοῖς ἡρωικοῖς χρόνοις, ὕστερον δ᾽ ὑφ᾽ ῾Ηρακλέους ἐλευθερωθέν- τες. οἱ δ᾽ οὖν Θηβαῖοι καιρὸν ἔχειν νομίσαντες καὶ προφάσεις εὐλόγους τῆς τιμωρίας λαβόντες, ἐστράτευσαν ἐπὶ τὸν ᾿Ορχομενόν· κατέχοντες δὲ τὴν πόλιν τοὺς μὲν ἄνδρας ἀπέκτειναν, τέκνα δὲ καὶ γυναῖκας ἐξηνδραποδίσαντο. Περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Θετταλοὶ πρὸς ᾿Αλέξανδρον τὸν Φερῶν τύραννον διαπολεμοῦντες, καὶ πλείοσι μάχαις ἡττημένοι, πολλοὺς δὲ τῶν στρα- τιωτῶν ἀπολωλεκότες, πρέσβεις ἀπέστειλαν πρὸς