Textus Originalis
472 DIODOR. XV 80. 81.
Θηβαίους, ἀξιοῦντες αὐτοῖς βοηθῆσαι καὶ στρατηγὸν αὐτοῖς ἐξαποστεῖλαι Πελοπίδαν. ἤδεισαν γὰρ τοῦ- τον τὸν ἄνδρα διὰ τὴν ὑπ᾽ ᾿Αλεξάνδρου σύλληψιν ἀλλοτριώτατα διακείμενον πρὸς τὸν δυνάστην, ἅμα καὶ ἀνδρείᾳ διάφορον καὶ ἐπὶ στρατηγικῇ συνέ- σει διαβεβοημένον. συναχθείσης δὲ τῆς κοινῆς συνόδου τῶν Βοιωτῶν, καὶ τῶν πρέσβεων διαλε- χθέντων περὶ ὧν εἶχον ἐντολάς, οἱ μὲν Βοιωτοὶ πάντα συνεχώρησαν τοῖς Θετταλοῖς, καὶ δόντες εἰς ἑπτακισχιλίους στρατιώτας τῷ Πελοπίδᾳ συντόμως ἐκέλευον βοηθεῖν αὐτὸν τοῖς δεομένοις· τοῦ δὲ Πελοπίδου ταχέως μετὰ τῆς δυνάμεως ἐξιόντος συν- έβη τὸν ἥλιον ἐκλιπεῖν. πολλῶν δὲ τὸ γεγονὸς ὑπο- πτευσαμένων, τῶν μάντεών τινες ἀπεφήναντο διὰ τὴν γενομένην ἔξοδον τῶν στρατιωτῶν ἐκλιπεῖν τὸν τῆς πόλεως ἥλιον. καὶ διὰ τούτων τῶν λόγων προλεγόντων τὸν τοῦ Πελοπίδου θάνατον, οὐδὲν ἧττον ὁ Πελοπίδας ἀνέξευξεν ἐπὶ τὴν στρατείαν, ὑπὸ τοῦ χρεὼν ἀγόμενος. ὡς δὲ κατήντησεν εἰς τὴν Θετταλίαν, καὶ τὸν ᾿Αλέξανδρον κατέλαβε προ- κατειλημμένον τοὺς ὑπερδεξίους τόπους καὶ στρα- τιώτας ἔχοντα πλείους τῶν δισμυρίων, ἀντεστρα- τοπέδευσε μὲν τοῖς πολεμίοις, προσλαβόμενος δὲ συμμάχους παρὰ τῶν Θετταλῶν συνῆψε μάχην τοῖς ἐναντίοις. τοῦ δὲ ᾿Αλεξάνδρου διὰ τὰς ὑπεροχὰς τῶν τόπων πλεονεκτοῦντος, ὁ Πελοπίδας σπεύδων διὰ τῆς ἰδίας ἀνδρείας κρῖναι τὴν μάχην ἐπ᾽ αὐτὸν