Textus Originalis
Ol. 104, 1 : 364 a. Chr. 473
ὥρμησε τὸν ᾿Αλέξανδρον. τοῦ δὲ δυνάστου μετὰ τῶν ἐπιλέκτων ὑποστάντος, ἐγένετο μάχη καρτερά, καθ᾿ ἣν ὁ Πελοπίδας ἀριστεύων πάντα τὸν περὶ αὐτὸν τόπον νεκρῶν κατέστρωσε, τέλος δ᾽ ἐπιθεὶς τῷ κινδύνῳ καὶ τοὺς πολεμίους τρεψάμενος τὴν μὲν νίκην περιεποιήσατο, τὸν δὲ αὑτοῦ βίον ἀπέ- βαλε, πολλοῖς περιπεσὼν τραύμασι καὶ τὸ ζῆν ἡρωι- κῶς προέμενος. ὁ δ᾽ ᾿Αλέξανδρος δευτέρᾳ μάχῃ λειφθεὶς καὶ τοῖς ὅλοις συντριβείς, ἠναγκάσθη καθ᾿ ὁμολογίαν τοῖς μὲν Θετταλοῖς τὰς καταπεπολεμη- μένας πόλεις ἀποδοῦναι, Μάγνητας δὲ καὶ τοὺς Φθιώτας ᾿Αχαιοὺς παραδοῦναι Βοιωτοῖς, καὶ τὸ λοι- πὸν Φερῶν μόνων ἄρχοντα σύμμαχον εἶναι Βοιωτοῖς. Οἱ δὲ Θηβαῖοι περιβόητον νίκην ἀπενηνεγμένοι πρὸς ἅπαντας ἔφασαν ἑαυτοὺς ἡττῆσθαι διὰ τὴν Πελοπίδου τελευτήν· ἀξιόλογον γὰρ ἀπολωλεκότες ἄνδρα, κατὰ λόγον ἔκρινον τὴν νίκην ἥττονα ὑπάρ- χειν τῆς Πελοπίδου ζωῆς. πολλὰς γὰρ καὶ μεγά- λας χρείας παρέσχετο τῇ πατρίδι, πλεῖστον δὲ συνε- βάλετο πρὸς τὴν τῶν Θηβαίων αὔξησιν. ἐν γὰρ τῇ τῶν φυγάδων κατηλύσει, καθ᾿ ἣν ἀνεκτήσαντο τὴν Καδμείαν, ὡμολογημένως ἅπαντες τούτῳ τὸ πρω- τεῖον τοῦ κατορθώματος ἀπονέμουσιν. τὴν δ᾽ εὐημε- ρίαν ταύτην συνέβη πάντων τῶν ὕστερον γενομένων ἀγαθῶν αἰτίαν γενέσθαι. ἐν δὲ τῇ περὶ Τεγέαν