Textus Originalis

474 DIODOR. XV 81. 82.

474 DIODOR. XV 81. 82.

μάχῃ μόνος Πελοπίδας τῶν βοιωταρχῶν ἐνίκησε τοὺς Λακεδαιμονίους, πλεῖστον ἰσχύοντας τῶν ῾Ελλήνων, ὅτε διὰ τὸ μέγεθος τῆς νίκης πρῶτον ἔστησαν Θηβαῖοι τρόπαιον κατὰ Λακεδαιμονίων. κατὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἡγήσατο τοῦ ἱεροῦ λόχου, μεθ᾿ οὗ προεμβαλὼν τοῖς Σπαρτιάταις ἀρχηγὸς ἐγένετο τῆς νίκης. ἐν δὲ ταῖς ἐπὶ Λακεδαίμονα στρατείαις ἑπτὰ μὲν ἡγήσατο μυριάδων, πρὸς αὐτῇ δὲ τῇ Σπάρτῃ τρόπαιον ἔστησε κατὰ τῶν Λακεδαι- μονίων τῶν πάντα τὸν πρὸ τοῦ χρόνον ἀπορθή- των γεγενημένων. πρὸς δὲ τὸν Περσῶν βασιλέα πρεσβεύσας ἐν ταῖς κοιναῖς ὁμολογίαις τὴν Μεσ- σήνην κατ᾽ ἰδίαν παρέλαβεν, ἣν ἀνάστατον οὖσαν ἔτη τριακόσια Θηβαῖοι πάλιν ἀποκατέστησαν. ἐπὶ τελευτῆς δὲ διαγωνισάμενος πρὸς ᾿Αλέξανδρον ἔχοντα πολλαπλασίονα δύναμιν οὐ μόνον ἐπιφανῶς ἐνίκη- σεν, ἀλλὰ καὶ τὸν θάνατον ἔσχεν ἐπ᾽ ἀρετῇ περι- βόητον. πρὸς δὲ τοὺς πολίτας οὕτω καλῶς [ἀγωνισά- μενος] διετέθη, ὥστε ἀπὸ τῆς εἰς τὰς Θήβας καθόδου τῶν πολιτῶν μέχρι τῆς ἑαυτοῦ τελευτῆς βοιωταρ- χῶν πάντα τὸν χρόνον διετέλεσε, μηδενὸς ἄλλου τῶν πολιτῶν ταύτης ἠξιωμένου τῆς τιμῆς. Πελο- πίδας μὲν οὖν, διὰ τὴν ἰδίαν ἀρετὴν ὑπὸ πάντων ἀποδοχῆς ἠξιωμένος, ἐχέτω καὶ παρ᾿ ἡμῶν τὸν διὰ τῆς ἱστορίας ἔπαινον.