Textus Originalis

Ol. 104, 2 : 363 a. Chr. 475

Ol. 104, 2 : 363 a. Chr. 475

Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κλέαρχος, τὸ γένος ὢν ἐξ ῾Ηρακλείας τῆς ἐν τῷ Πόντῳ, ἐπέθετο τυραν- νίδι· κρατήσας δὲ τῆς ἐπιβολῆς ἐζήλωσε μὲν τὴν διαγωγὴν τὴν Διονυσίου τοῦ Συρακοσίων τυράννου, τυραννεύσας δὲ τῶν ῾Ηρακλεωτῶν ἐπιφανῶς ἦρξεν ἔτη δώδεκα. ἅμα δὲ τούτοις πραττομένοις Τιμόθεος ὁ ᾿Αθηναίων στρατηγὸς ἔχων δύναμιν πεζήν τε καὶ ναυτικὴν Τορώνην μὲν καὶ Ποτίδαιαν πολιορκή- σας εἷλε, Κυζικηνοῖς δὲ πολιορκουμένοις ἐβοήθησεν. Τοῦ δ᾽ ἔτους τούτου διεληλυθότος ᾿Αθήνησι μὲν ἦρχε Χαρικλείδης, ἐν ῾Ρώμῃ δ᾽ ὕπατοι κατεστάθη- σαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Σέξ- τιος Λατερίας. ἐπὶ δὲ τούτων ᾿Αρκάδες μετὰ Πι- σαίων κοινῇ τεθεικότες ὑπῆρχον τὸν ἀγῶνα τῶν ᾿Ολυμπίων, καὶ ἐκυρίευον τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ χρημάτων. τῶν δὲ Μαντινέων ἀναλαβόντων εἰς τοὺς ἰδίους βίους οὐκ ὀλίγα τῶν ἀναθημάτων ἔσπευδον οἱ παρανομήσαντες διακατέχειν τὸν πρὸς ᾿Ηλείους πόλεμον, ἵνα μὴ δῶσιν ἐν εἰρήνῃ λόγον τῶν ἀναλωθέντων. τῶν δὲ ἄλλων ᾿Αρκάδων βουλο- μένων συνθέσθαι τὴν εἰρήνην, στάσεις ἐκίνησαν πρὸς τοὺς ὁμοεθνεῖς. γενομένων οὖν δυεῖν ἑται- ριῶν, συνέβαινε τῆς μὲν τοὺς Τεγεάτας, τῆς δὲ τοὺς Μαντινεῖς ἡγεῖσθαι. ἐπὶ πολὺ δὲ τῆς διαφο- ρᾶς αὐξηθείσης εἰς τὴν διὰ τῶν ὅπλων κρίσιν κατήντησαν, καὶ Τεγεᾶται μὲν πρεσβεύσαντες πρὸς