Textus Originalis

476 DIODOR. XV 82. 83.

476 DIODOR. XV 82. 83.

Βοιωτοὺς ἔπεισαν ἑαυτοῖς βοηθεῖν. οἱ δὲ Βοιωτοὶ στρατηγὸν ἐπιστήσαντες ᾿Επαμεινώνδαν καὶ δύναμιν ἀξιόλογον δόντες ἐξαπέστειλαν βοηθῆσαι τοῖς Τε- γεάταις. οἱ δὲ Μαντινεῖς τὴν ἐκ τῆς Βοιωτίας δύ- ναμιν καὶ τὴν ᾿Επαμεινώνδου δόξαν καταπλαγέντες, πρὸς τοὺς ἐχθροτάτους τῶν Βοιωτῶν ᾿Αθηναίους καὶ Λακεδαιμονίους πρέσβεις ἐκπέμψαντες ἔπεισαν συμ- μαχεῖν. ὧν ἀμφοτέρων ἁδρὰς δυνάμεις ταχέως ἀπο- στειλάντων, ἀγῶνες πολλοὶ καὶ μεγάλοι κατὰ τὴν Πελοπόννησον συνέστησαν. εὐθὺς οὖν Λακεδαι- μόνιοι μὲν πλησίον οἰκοῦντες ἐστράτευσαν εἰς τὴν ᾿Αρκαδίαν, ᾿Επαμεινώνδας δὲ κατὰ τοῦτον τὸν και- ρὸν μετὰ τῆς δυνάμεως προϊὼν καὶ τῆς Μαντινείας οὐ μακρὰν ἀπέχων ἐπύθετο παρὰ τῶν ἐγχωρίων, ὅτι Λακεδαιμόνιοι πανδημεὶ πορθοῦσι τὴν τῶν Τεγεα- τῶν χώραν. ὑπολαβὼν οὖν ἔρημον εἶναι στρατιω- τῶν τὴν Σπάρτην, ἐπεβάλετο μὲν μέγα τι πρᾶξαι, τὴν δὲ τύχην ἔσχεν ἀντιπράττουσαν. αὐτὸς μὲν γὰρ νυκτὸς ὥρμησεν ἐπὶ τὴν Σπάρτην, ὁ δὲ βασι- λεὺς τῶν Λακεδαιμονίων Ἆγις ὑποπτεύσας τὴν ἀγχί- νοιαν τὴν ᾿Επαμεινώνδου κατεστοχάσατο μὲν τὸ μέλλον ἐμφρόνως, ἐξέπεμψε δέ τινας Κρῆτας ἡμε- ροδρόμους, δι᾿ ὧν καταταχήσας τὸν ᾿Επαμεινώνδαν τοῖς ἀπολελειμμένοις ἐν τῇ Σπάρτῃ ἐδήλωσε, διότι Βοιωτοὶ συντόμως ἥξουσιν ἐπὶ τὴν Λακεδαίμονα πορθήσοντες τὴν πόλιν, αὐτὸς δ᾽ ὡς ἂν τάχιστα δύναιτο μετὰ τῆς δυνάμεως ἥξει βοηθήσων τῇ πα-