Textus Originalis
Ol. 104, 2 : 363 a. Chr. 477
τρίδι. ἐκέλευεν οὖν τοῖς ἐν τῇ Σπάρτῃ παραφυ- λάττειν τὴν πόλιν μηδὲν καταπεπληγμένους· ταχὺ γὰρ αὐτὸν ἐπιφανέντα βοηθήσειν. τῶν δὲ Κρητῶν συντόμως τὸ παραγγελθὲν ποιησάντων, παραδόξως οἱ Λακεδαιμόνιοι τὴν ἅλωσιν τῆς πατρίδος ἐξέφυ- γον· μὴ προδηλωθείσης γὰρ τῆς ἐπιθέσεως ἔλα- θεν ἂν ὁ ᾿Επαμεινώνδας εἰσπεσὼν εἰς τὴν Σπάρτην. τὴν μὲν οὖν ἐπίνοιαν τῶν στρατηγῶν ἀμφοτέρων δικαίως ἄν τις ἀποδέξαιτο, συνετωτέραν δὲ στρατη- γίαν τὴν τοῦ Λάκωνος ἡγήσαιτο. οὐ μὴν ἀλλ᾽ ὁ ᾿Επαμεινώνδας ὅλην τὴν νύκτα διαγρυπνήσας καὶ τὸ διάστημα τῆς ὁδοῦ κατὰ σπουδὴν διανύσας ἅμ᾿ ἡμέρᾳ προσῆγε τῇ Σπάρτῃ. ὁ δ᾽ ἐπὶ τῆς φυλακῆς ἀπολελειμμένος ᾿Αγησίλαος ὀλίγῳ πρότερον χρόνῳ τῶν Κρητῶν ἀκούσας τὰ κατὰ μέρος, εὐθὺς μετὰ πολλῆς σπουδῆς τὴν ἐπιμέλειαν ἐποιήσατο τῆς πό- λεως. τοὺς μὲν οὖν πρεσβυτάτους τῶν παίδων καὶ τοὺς γεγηρακότας ἐπὶ τὰ στέγη τῶν οἰκιῶν ἀνε- βίβασε, καὶ προσέταξεν ἀπὸ τούτων ἀμύνασθαι τοὺς εἰς τὴν πόλιν βιαζομένους, αὐτὸς δὲ τοὺς ἀκμά- ζοντας ταῖς ἡλικίαις συντάξας διεμέρισεν εἰς τὰς πρὸ τῆς πόλεως δυσχωρίας καὶ παρόδους, καὶ πάν- τας τοὺς δυναμένους τόπους δέξασθαι δίοδον ἐμ- φράξας ἀνέμενε τὴν τῶν πολεμίων ἔφοδον. ᾿Επα- μεινώνδας δ᾽ εἰς πλείω μέρη διελόμενος τοὺς στρατιώτας, καὶ πάντῃ προσπίπτων κατὰ τὸν αὐτὸν