Textus Originalis

478 DIODOR. XV 83—85.

478 DIODOR. XV 83—85.

καιρόν, ὡς εἶδε τὴν τῶν Σπαρτιατῶν σύνταξιν, εὐθὺς ἔγνω μεμηνυμένην τὴν πρᾶξιν· ὅμως δὲ προσ- μαχόμενος πᾶσι κατὰ μέρος, καὶ ταῖς δυσχωρίαις ἐλαττούμενος συνῆπτεν εἰς χεῖρας. πολλὰ δὲ πα- θὼν καὶ δράσας οὐκ ἀπέστη τῆς φιλοτιμίας, ἕως τὸ στράτευμα τῶν Λακεδαιμονίων ἐπανῆλθεν εἰς τὴν Σπάρτην· πολλῶν δὲ βοηθούντων τοῖς πολιορκου- μένοις, καὶ τῆς νυκτὸς καταλαβούσης, ἔλυσε τὴν πολιορκίαν. Πυθόμενος δὲ παρὰ τῶν αἰχμαλώτων ὅτι Μαν- τινεῖς πανδημεὶ πάρεισι βοηθοῦντες τοῖς Λακεδαι- μονίοις, τότε μὲν ἀναχωρήσας μικρὸν ἀπὸ τῆς πό- λεως κατεστρατοπέδευσεν· παραγγείλας δὲ δειπνο- ποιεῖσθαι, καταλιπὼν τῶν ἱππέων τινάς, τούτοις μὲν παρήγγειλεν ἕως ἑωθινῆς φυλακῆς πυρὰ καίειν ἐν τῇ παρεμβολῇ, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀφορμήσας ἔσπευσεν ἄφνω προσπεσεῖν τοῖς ἀπολε- λειμμένοις ἐν τῇ Μαντινείᾳ. τῇ δ᾽ ὑστεραίᾳ πολ- λὴν διανύσας ὁδὸν ἄφνω τοῖς Μαντινεῦσιν ἀνελ- πίστως ἐπέρραξεν. οὐ μὴν ἐκράτησε τῆς ἐπιβολῆς, καίπερ ἅπαντα τῇ στρατηγίᾳ προνοησάμενος, ἀλλὰ τὴν τύχην λαβὼν ἀντιπράττουσαν παραδόξως ἀπέ- βαλε τὴν νίκην. ἄρτι γὰρ αὐτοῦ πλησιάζοντος ἐρήμῳ τῇ πόλει κατήντησαν ἐπὶ θάτερα τῆς Μαντινείας οἱ πεμφθέντες ὑπὸ τῶν ᾿Αθηναίων στρατιῶται πρὸς τὴν συμμαχίαν, ὄντες ἑξακισχίλιοι, στρατηγὸν δ᾽ ἔχοντες ῾Ηγήλοχον, ἄνδρα τῶν παρὰ τοῖς πολίταις