Textus Originalis

Ol. 104, 2 : 363 a. Chr. 479

Ol. 104, 2 : 363 a. Chr. 479

ἐπαινουμένων. οὗτος δὲ τοὺς ἱκανοὺς εἰς τὴν πό- λιν παρεισαγαγών, τὴν ἄλλην δύναμιν ἐξέταξεν ὡς μάχῃ διακριθησόμενος. εὐθὺς δὲ καὶ Λακεδαιμό- νιοι καὶ Μαντινεῖς ἐπεφάνησαν, καὶ πρὸς τὴν τῶν ὅλων κρίσιν ἅπαντες κατεσκευάζοντο καὶ τοὺς παν- ταχόθεν συμμάχους μετεπέμποντο. τοῖς μὲν οὖν Μαντινεῦσιν ἐβοήθουν ᾿Ηλεῖοι καὶ Λακεδαιμόνιοι καὶ ᾿Αθηναῖοι καὶ ἄλλοι τινές, ὧν ὁ σύμπας ἀριθ- μὸς ἦν πεζοὶ μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους· τοῖς δὲ Τεγεάταις συνεμάχουν οἱ πλεῖστοι καὶ κράτιστοι τῶν ᾿Αρκάδων καὶ ᾿Αχαιοὶ καὶ Βοιωτοὶ καὶ ᾿Αργεῖοι καί τινες ἕτεροι τῶν Πε- λοποννησίων καὶ τῶν ἔξωθεν συμμάχων, οἱ δὲ πάν- τες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς τρισμυρίους, ἱππεῖς δ᾽ οὐκ ἐλάττους τῶν τρισχιλίων. ἀμφοτέρων δὲ προθύμως συγκαταβάντων εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα, καὶ διαταχθέντων τῶν στρατοπέ- δων, οἱ μὲν μάντεις σφαγιασάμενοι παρ᾿ ἀμφο- τέροις ἀπεφαίνοντο τὴν νίκην ὑπὸ τῶν θεῶν προ- φαινομένην· κατὰ δὲ τὴν τάξιν Μαντινεῖς μὲν μετὰ τῶν ἄλλων ᾿Αρκάδων τὸ δεξιὸν ἐπεῖχον κέρας, ἔχοντες παραστάτας καὶ συναγωνιστὰς Λακεδαιμο- νίους, τούτοις δὲ συνεχεῖς ἦσαν ᾿Ηλεῖοι καὶ ᾿Αχαιοί, καὶ τῶν ἄλλων οἱ καταδεέστεροι τὴν λοιπὴν ἐπεῖ- χον τάξιν· τὸ δ᾽ εὐώνυμον κέρας ἀνεπλήρουν ᾿Αθη-