Textus Originalis
480 DIODOR. XV 85. 86.
ναῖοι. Θηβαῖοι δ᾽ αὐτοὶ μὲν ἐπὶ τὸ εὐώνυμον κέ- ρας ἐτάχθησαν, παραστάτας ἔχοντες ᾿Αρκάδας, τὸ δὲ δεξιὸν παρέδωκαν ᾿Αργείοις· τὸ δὲ ἄλλο πλῆθος ἀνεπλήρου τὴν μέσην τάξιν, Εὐβοεῖς καὶ Λοκροὶ καὶ Σικυώνιοι, πρὸς δὲ τούτοις Μεσσήνιοι καὶ Μα- λιεῖς καὶ Αἰνιᾶνες, ἔτι δὲ καὶ Θετταλοὶ καὶ οἱ λοι- ποὶ σύμμαχοι. τοὺς δ᾽ ἱππεῖς ἐφ᾽ ἑκατέρων τῶν κεράτων ἀμφότεροι διείλοντο. τῶν δὲ στρατευμά- των τοῦτον τὸν τρόπον τεταγμένων, ὡς ἤδη πλη- σίον ὑπῆρχον ἀλλήλων, αἱ μὲν σάλπιγγες τὸ πολε- μικὸν ἐσήμαινον, αἱ δὲ δυνάμεις ἠλάλαξαν καὶ τῷ μεγέθει τῆς βοῆς τὴν νίκην ἐσήμαινον. καὶ τὸ μὲν πρῶτον ἱππομαχίαν ἐν τοῖς κέρασι συνεστήσαντο, καθ᾿ ἣν ταῖς φιλοτιμίαις ἑαυτοὺς ὑπερεβάλοντο. οἱ μὲν γὰρ τῶν ᾿Αθηναίων ἱππεῖς τοῖς τῶν Θηβαίων ἐπελάσαντες ἠλαττοῦντο οὐχ οὕτω ταῖς τῶν ἵππων ἀρεταῖς οὐδὲ ταῖς ἰδίαις εὐψυχίαις οὐδὲ ταῖς κατὰ τὴν ἱππικὴν ἐμπειρίαις· ἐν γὰρ τούτοις ἅπασιν οὐκ ἦν καταδεέστερον τὸ τῶν ᾿Αθηναίων ἱππικόν· τῷ δὲ πλήθει καὶ τῇ παρασκευῇ τῶν ψιλῶν καὶ τῇ στρα- τηγικῇ συντάξει πολὺ τῶν ἐναντίων ἐλείποντο. αὐ- τοὶ μὲν οὖν ὀλίγους εἶχον ἀκοντιστάς, οἱ δὲ Θηβαῖοι τριπλασίους σφενδονήτας καὶ ἀκοντιστὰς τοὺς ἐκ τῶν περὶ τὴν Θετταλίαν τόπων ἀπεσταλμένους. οὗ- τοι περιττότερον ἐκ παίδων ζηλοῦντες τὴν ἐν τού- τοις μάχην, μεγάλην ῥοπὴν ποιεῖν εἰώθεισαν ἐν ταῖς