Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 49

Ol. 91, 4 : 413 a. Chr. 49

τοις ἀπολογίαν ὑπολείπεσϑαι τοῖς ἁμαρτάνουσι. νὴ Δία, ἀλλὰ Νικίας ὑπὲρ Συρακοσίων ἐπολιτεύσατο καὶ μόνος συνεβούλευσε μὴ πολεμεῖν. τὸν μὲν ἐκεῖ γεγενημένον λόγον ἀκούομεν, τὰ δ᾽ ἐνταῦϑα πεπραγμένα τεϑεωρήκαμεν. ὁ γὰρ ἀντειπὼν ἐκεῖ περὶ τῆς στρατείας, ἐνταῦϑα στρατηγὸς ἦν τῆς δυνάμεως: καὶ ὁ πολιτευόμενος ὑπὲρ Συρακοσίων, ἀπετείχισεν ὑμῶν τὴν πόλιν: καὶ ὁ φιλανϑρώπως διακείμενος πρὸς ὑμᾶς, Δημοσϑένους καὶ τῶν ἄλλων ἁπάντων βουλομένων λῦσαι τὴν πολιορκίαν, μόνος ἐβιάσατο μένειν καὶ πολεμεῖν. διόπερ ἔγωγε νομίζω μὴ δεῖν παρ᾽ ὑμῖν πλέον ἰσχῦσαι τὸν μὲν λόγον τῶν ἔργων, τὴν δ᾽ ἀπαγγελίαν τῆς πείρας, τὰ δ᾽ ἀφανῆ τῶν ὑπὸ πάντων ἑωραμένων. νὴ Δί᾽, ἀλλὰ καλὸν μὴ ποιεῖν τὴν ἔχϑραν αἰώνιον. οὐκοῦν μετὰ τὴν τῶν ἠδικηκότων κόλασιν, ἐὰν ὑμῖν δοκῇ, προσηκόντως διαλύσεσϑε τὴν ἔχϑραν. οὐ γὰρ δίκαιον, ὅταν μὲν κρατῶσιν, ὡς δούλοις χρῆσϑαι τοῖς ἡλωκόσιν, ὅταν δὲ κρατηϑῶσιν, ὡς οὐδὲν ἠδικηκότας συγγνώμης τυγχάνειν. καὶ τοῦ μὲν δοῦναι δίκην ὧν ἔπραξαν ἀφεϑήσονται, λόγῳ δ᾽ εὐσχήμονι καϑ᾽ ὃν ἂν χρόνον αὐτοῖς συμφέρῃ τῆς φιλίας μνημονεύσουσιν. ἐῶ γὰρ ὅτι τοῦτο πράξαντες σὺν πολλοῖς ἄλλοις καὶ τοὺς Λακεδαιμονίους ἀδικήσετε, ὑμῶν χάριν κἀκεῖ τὸν πόλεμον ἐπανῃρημένους καὶ

Note a pie di pagina

1 1 ἀπολίπεϑαι P, ὑπολείπεϑαι F¹

2 3 νὴ] νῦν P

3 ἐκεῖ om. A

4 5 οὗ om. P

5 8 ἡμῶν PA

6 9 ἡμᾶς O-JK

7 11 μὴ δεῖν dedi

8 12 ἡμῖν PA

9 πλέον] πλημμελεῖν A

10 13 ἐπαγγελίαν Wess.

11 14 ἀπὸ PFK

12 17 διαλύσεσϑαι Pf

13 20 τοῦ] τὸ PAFK

14 23 δὴ Wess. pro δ᾽ οὖ O

15 25 ἀνῃρημένους O-PAL