Textus Originalis
Ol. 104, 2 : 363 a. Chr. 481
μάχαις διὰ τὴν ἐν τούτοις ἐμπειρίαν. διόπερ οἱ ᾿Αθηναῖοι κατατιτρωσκόμενοι μὲν ὑπὸ ψιλικῶν, καταπονούμενοι δ᾽ ὑπὸ τῶν ἀνθεστηκότων, ἅπαν- τες ἐτράπησαν. τὴν δὲ φυγὴν ἐκτὸς τῶν κεράτων ποιησάμενοι διωρθώσαντο τὴν ἧτταν· ἅμα μὲν γὰρ κατὰ τὴν ἀποχώρησιν οὐκ ἐτάραξαν τὴν ἰδίαν φάλαγγα, ἅμα δὲ περιπεσόντες Εὐβοεῦσι καὶ μισθο- φόροις τισὶν ἀπεσταλμένοις ἐπὶ τὴν κατάληψιν τῶν πλησίον λόφων, συνάψαντες αὐτοῖς μάχην ἅπαντας ἀπέκτειναν. οἱ δὲ τῶν Θηβαίων ἱππεῖς τοὺς μὲν φεύγοντας οὐκ ἐπεδίωξαν, ἐπὶ δὲ τὴν φάλαγγα τῶν ἀντιτεταγμένων ἐπελάσαντες ἐφιλοτιμοῦντο παραλ- λάξαι τοὺς πεζούς. ἰσχυρᾶς δὲ μάχης γενομένης, καὶ τῶν ᾿Αθηναίων καταπονουμένων καὶ πρὸς φυ- γὴν ὁρμησάντων, ὁ τῶν ᾿Ηλείων ἵππαρχος ἐπὶ τῆς οὐραγίας τεταγμένος ἐπεβοήθησε τοῖς φεύγουσι, καὶ πολλοὺς τῶν Βοιωτῶν καταβαλὼν παλίντροπον ἐποίησε τὴν μάχην. οἱ μὲν οὖν τῶν ᾿Ηλείων ἱπ- πεῖς τοῦτον τὸν τρόπον ἐπιφανέντες τῷ λαιῷ κέ- ρατι, τὸ γεγονὸς περὶ τοὺς συμμάχους ἐλάττωμα διωρθώσαντο· ἐπὶ δὲ θατέρου κέρατος ἐπιρραξάν- των ἀλλήλοις τῶν ἱππέων βραχὺν χρόνον ἡ μάχη διέμεινεν ἰσόρροπος, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆ- θος καὶ τὴν ἀρετὴν τῶν Βοιωτῶν καὶ Θετταλῶν ἱππέων οἱ μετὰ τῶν Μαντινέων ὄντες ἐβιάσθησαν, καὶ συχνοὺς ἀποβαλόντες κατέφυγον πρὸς τὴν ἰδίαν φάλαγγα. ἡ μὲν οὖν τῶν παρ᾽ ἀμφοτέροις ἱππέων