Textus Originalis
482 DIODOR. XV 86. 87.
μάχη τοιοῦτον ἔσχε τὸ τέλος· αἱ δὲ πεζαὶ δυνάμεις ὡς συνῆλθον εἰς χεῖρας τοῖς πολεμίοις, μεγάλους καὶ θαυμαστοὺς ἀγῶνας συνεστήσαντο. οὐδέποτε γὰρ ῾Ελλήνων πρὸς Ἕλληνας ἀγωνιζομένων οὔτε πλῆθος ἀνδρῶν τοσοῦτο παρετάξατο οὔθ᾽ ἡγεμόνες ἀξιολογώτεροι τοῖς ἀξιώμασιν οὔτε ἄνδρες δυνατώ- τεροι ταῖς ἐν τοῖς κινδύνοις ἀνδραγαθίαις ἐπεδείξαντο. οἱ γὰρ πεζομαχεῖν ἄριστα δυνάμενοι κατὰ τοὺς ὑπο- κειμένους καιρούς, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι, πρὸς ἀλλήλους κατὰ τὴν τάξιν ἀνθεστηκότες πρῶτον μά- χην συνῆψαν, οὐδεμίαν φειδὼ ποιούμενοι τοῦ ζῆν. καὶ τὸ μὲν πρῶτον τύπτοντες ἀλλήλους τοῖς δόρασι, καὶ διὰ τὴν πυκνότητα τῶν πληγῶν τὰ πλεῖστα συν- τρίψαντες, εἰς τὸν ἀπὸ τῆς μαχαίρας ἀγῶνα κατήν- τησαν. συμπλεκόμενοι δὲ τοῖς σώμασι καὶ παντοίας διαθέσεις τραυμάτων ἀπεργαζόμενοι τοῖς θυμοῖς οὐκ ἔληγον· ἐπὶ πολὺν δὲ χρόνον τοῖς δεινοῖς ἐγ- καρτερούντων διὰ τὴν ὑπερβολὴν τῆς παρ᾽ ἑκατέ- ροις ἀνδραγαθίας οὐδεμίαν ῥοπὴν ἐλάμβανεν ἡ μάχη· ἕκαστος γὰρ τοῦ παθεῖν τι δεινὸν καταφρονῶν, τοῦ δὲ δρᾶσαί τι λαμπρὸν ἐφιέμενος, εὐγενῶς ἀνεδέ- χετο τὸν ὑπὲρ τῆς δόξης θάνατον. ἰσχυρᾶς δὲ μάχης ἐπὶ πολύν τε χρόνον γινομένης καὶ τοῦ κινδύ- νου μηδεμίαν ῥοπὴν λαμβάνοντος, ὁ μὲν ᾿Επαμει- νώνδας ὑπολαβὼν τῆς ἰδίας ἀρετῆς προσδεῖσθαι τὴν νίκην, ἔγνω δι᾽ ἑαυτοῦ κρῖναι τὸν κίνδυνον. εὐθὺς