Textus Originalis

Ol. 104, 2 : 363 a. Chr. 483

Ol. 104, 2 : 363 a. Chr. 483

οὖν ἀναλαβὼν τοὺς ἀρίστους καὶ μετὰ τούτων συμφράξας, εἰσέβαλεν εἰς μέσους τοὺς πολεμίους· καθηγούμενος δὲ τοῦ συντάγματος, καὶ πρῶτος ἀκοντίσας, ἔβαλε τὸν ἡγούμενον τῶν Λακεδαιμο- νίων. εὐθὺς δὲ καὶ τῶν ἄλλων εἰς χεῖρας ἐρχο- μένων, οὓς μὲν ἀνελών, οὓς δὲ καταπληξάμενος, διέκοψε τὴν φάλαγγα τῶν πολεμίων. οἱ δὲ Λακεδαι- μόνιοι τὸ ἀξίωμα τοῦ ᾿Επαμεινώνδου καὶ τὸ βάρος τοῦ περὶ αὐτὸν συστήματος καταπλαγέντες ἀνεχώ- ρουν ἐκ τῆς μάχης· ἐπικειμένων δὲ τῶν Βοιωτῶν καὶ τοὺς ἐσχάτους αἰεὶ φονευόντων, νεκρῶν ἐσω- ρεύθη πλῆθος. οἱ δὲ Λακεδαιμόνιοι θεωροῦντες ᾿Επαμεινώνδαν προθυμότερον προπίπτοντα τῷ θυμῷ, συνέδραμον ἐπ᾽ αὐτόν. πολλῶν δὲ καὶ πυκνῶν φερομένων βελῶν, τὰ μὲν ἐξένευε, τὰ δὲ διεκρού- ετο, τινὰ δὲ ἐκ τοῦ σώματος ἐξαιρῶν τούτοις ἠμύ- νετο τοὺς ἐπιφερομένους. ἡρωικῶς δ᾽ ὑπὲρ τῆς νίκης ἀγωνισάμενος καιρίαν ἔλαβε πληγὴν εἰς τὸν θώρακα. κλασθέντος δὲ τοῦ δόρατος, καὶ τοῦ σι- δήρου καταλειφθέντος ἐν τῷ σώματι, παραχρῆμα ἔπεσε κατισχυθεὶς ὑπὸ τῆς πληγῆς. περὶ δὲ τοῦ σώματος ἐμπεσούσης φιλοτιμίας, καὶ πολλῶν παρ᾿ ἀμφοτέροις ἀναιρεθέντων, μόγις οἱ Θηβαῖοι τῇ ῥώμῃ τῶν σωμάτων προέχοντες κατεπόνησαν τοὺς Λακε- δαιμονίους. φυγῆς δὲ γενομένης, οἱ μὲν Βοιωτοὶ βραχὺν ἐπιδιώξαντες χρόνον ἀνέστρεψαν, ἀναγκαιό- τατον ἡγούμενοι τὸ κυριεῦσαι τῶν νεκρῶν. ἀνα- καλεσαμένων οὖν τῶν σαλπιγκτῶν τοὺς στρατιώτας,