Textus Originalis
484 DIODOR. XV 87. 88.
ἅπαντες τῆς μάχης ἀπέστησαν, καὶ τρόπαιον ἀμφό- τεροι στήσαντες ἠμφισβήτουν τῆς νίκης. οἱ μὲν γὰρ ᾿Αθηναῖοι νενικηκότες τοὺς περὶ τὸν λόφον Εὐβοεῖς καὶ μισθοφόρους κύριοι τῶν νεκρῶν ὑπῆρχον, οἱ δὲ Βοιωτοὶ τοὺς Λακεδαιμονίους ἀπὸ κράτους ἡτ- τηκότες καὶ κρατοῦντες τῶν πεπτωκότων προσένε- μον ἑαυτοῖς τὴν νίκην. ἐπὶ μὲν οὖν χρόνον τινὰ περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως οὐδέτεροι διεπρε- σβεύσαντο, ἵνα μὴ δόξωσιν ἐκχωρεῖν τοῦ πρωτείου· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων πρώτων ἐπικη- ρυκευσαμένων περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀμφότεροι τοὺς ἰδίους ἔθαψαν. ᾿Επαμεινώνδας δ᾽ ἔτι ζῶν εἰς τὴν παρεμβολὴν ἀπηνέχθη, καὶ τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσε- ται καὶ τὸν θάνατον ἐπακολουθῆσαι, εὐψυχότατα τὴν τοῦ βίου καταστροφὴν ἐποιήσατο. πρῶτον μὲν γὰρ τὸν ὑπασπιστὴν προσκαλεσάμενος ἐπηρώτησεν, εἰ διασέσωκε τὴν ἀσπίδα. τοῦ δὲ φήσαντος καὶ θέντος αὐτὴν πρὸ τῆς ὁράσεως, πάλιν ἐπηρώτησε, πότεροι νενικήκασιν. ἀποφαινομένου δὲ τοῦ παιδός, ὅτι Βοιωτοὶ νενικήκασιν, Ὥρα, φησίν, ἐστὶ τελευ- τᾶν, καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ. ἀναβοη- σάντων δὲ τῶν παρόντων φίλων, καί τινος εἰπόντος ὅτι Τελευτᾷς ἄτεκνος, ᾿Επαμεινώνδα, καὶ δακρύ- σαντος, Μὰ Δία μέν, φησίν, ἀλλὰ καταλείπω δύο