Textus Originalis
Ol. 104, 2 : 363 a. Chr. 485
θυγατέρας, τήν τε ἐν Λεύκτροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ. καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἄνευ πάσης ταραχῆς ἐξέπνευσεν. ῾Ημεῖς δ᾽ εἰωθότες ταῖς τῶν ἀγαθῶν ἀνδρῶν τελευταῖς ἐπιλέγειν τὸν ἴδιον ἔπαινον, οὐδαμῶς ἀρ- μόττον ἡγούμεθα παραδραμεῖν ἀνδρὸς τηλικούτου τὴν τελευτὴν ἀνεπισήμαντον. δοκεῖ γάρ μοι μὴ μό- νον τοὺς καθ᾽ ἑαυτὸν ὑπερβάλλειν [ἐν] τῇ στρατηγικῇ συνέσει καὶ ἐμπειρίᾳ, πρὸς δὲ τούτοις ἐπιεικείᾳ τε καὶ μεγαλοψυχίᾳ. κατὰ μὲν γὰρ τὴν ἡλικίαν τὴν τούτου γεγόνασιν ἄνδρες ἐπιφανεῖς Πελοπίδας τε Θηβαῖος καὶ Τιμόθεος καὶ Κόνων, ἔτι δὲ Χαβρίας [τε] καὶ ᾿Ιφικράτης οἱ ᾿Αθηναῖοι, πρὸς δὲ τούτοις ᾿Αγησίλαος ὁ Σπαρτιάτης, βραχὺ τοῖς χρόνοις προ- τερῶν· ἐν δὲ τοῖς πρὸ τοῦ χρόνοις, ἐπὶ τῶν Μη- δικῶν καὶ πρὸ τῶν Περσικῶν καιρῶν, Σόλων καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης, ἔτι δὲ Κίμων καὶ Μυ- ρωνίδης καὶ Περικλῆς καί τινες ἕτεροι παρὰ τοῖς ᾿Αθηναίοις, κατὰ δὲ τὴν Σικελίαν Γέλων ὁ Δεινο- μένους καί τινες ἕτεροι. ἀλλ᾽ ὅμως εἴ τις συγκρίναι τὰς τούτων ἀρετὰς τῇ ᾿Επαμεινώνδου στρατηγίᾳ τε καὶ δόξῃ, πολὺ ἂν προέχουσαν εὕροι τὴν περὶ τὸν ᾿Επαμεινώνδαν ἀρετήν. παρὰ μὲν γὰρ ἑκάστῳ τῶν ἄλλων ἕν ἂν εὕροι προτέρημα τῆς δόξης, παρὰ δὲ