Textus Originalis

486 DIODOR. XV 88—90.

486 DIODOR. XV 88—90.

τούτῳ πάσας τὰς ἀρετὰς ἠθροισμένας. καὶ γὰρ ῥώμῃ σώματος καὶ λόγου δεινότητι, πρὸς δὲ τούτοις ψυχῆς λαμπρότητι καὶ μισαρδυρίᾳ καὶ ἐπιεικείᾳ, καὶ τὸ μέγιστον, ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει πολὺ διή- νεγκε πάντων. τοιγαροῦν ἡ πατρὶς αὐτοῦ ζῶντος μὲν ἐκτήσατο τὴν ἡγεμονίαν τῆς ῾Ελλάδος, τελευ- τήσαντος δὲ ταύτης ἐστερήθη καὶ τῆς ἐπὶ τὸ χεῖ- ρον ἀεὶ μεταβολῆς ἐπειράθη, καὶ πέρας διὰ τὴν ἀφροσύνην τῶν ἡγουμένων ἀνδραποδισμοῦ καὶ κατασκαφῆς ἔλαβε πεῖραν. ᾿Επαμεινώνδας μὲν οὖν παρὰ πᾶσι περιβόητον ἔχων τὴν ἀρετήν, τοιαύτης ἔτυχε καταστροφῆς τοῦ βίου. οἱ δ᾽ Ἕλληνες μετὰ τὴν μάχην ἀμφισβητουμένην ἔχοντες τὴν νίκην, καὶ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθεστῶτες, ἔτι δὲ τῇ συνεχείᾳ τῶν κινδύνων καταπονούμενοι, διελύσαντο πρὸς ἀλλήλους, συνθέμενοι δὲ κοινὴν εἰρήνην καὶ συμμαχίαν, κατέταττον ἐν τῇ συμμαχίᾳ καὶ τοὺς Μεσσηνίους. οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρὸς τούτους ἀκατάλλακτον ἀλλοτριότητα τῶν σπονδῶν οὐ προείλοντο κοινωνεῖν [διὰ τοὺς Μεσσηνίους] καὶ μόνοι τῶν ῾Ελλήνων ὑπῆρχον ἔκσπονδοι. Τῶν δὲ συγγραφέων Ξενοφῶν μὲν ὁ ᾿Αθηναῖος τὴν τῶν ῾Ελληνικῶν σύνταξιν εἰς τοῦτον τὸν ἐνιαυ- τὸν κατέστρεφεν ἐπὶ τὴν ᾿Επαμεινώνδου τελευτήν· ᾿Αναξιμένης δὲ ὁ Λαμψακηνὸς τὴν πρώτην τῶν ῾Ελληνικῶν ἀνέγραψεν ἀρξάμενος ἀπὸ θεογονίας καὶ