Textus Originalis
Ol. 104, 3 : 362 a. Chr. 487
ἀπὸ τοῦ πρώτου γένους τῶν ἀνθρώπων, κατέστρεφε εἰς τὴν ἐν Μαντινείᾳ μάχην καὶ τὴν ᾿Επαμεινών- δου τελευτήν. περιέλαβε δὲ πάσας σχεδὸν τάς τε τῶν ῾Ελλήνων καὶ βαρβάρων πράξεις ἐν βύβλοις δώ- δεκα. Φίλιστος δὲ τὰ περὶ Διονύσιον τὸν νεώτερον ὧδε κατέστρεφε, διελθὼν ἔτη πέντε ἐν βύβλοις δυσίν. ᾿Επ᾽ ἄρχοντος δ᾽ ᾿Αθήνησι Μόλωνος ἐν ῾Ρώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Γενούκιος καὶ Κόιν- τος Σερουίλιος. ἐπὶ δὲ τούτων οἱ τὴν παράλιον οἰκοῦντες τῆς ᾿Ασίας ἀπέστησαν ἀπὸ Περσῶν, καί τινες τῶν σατραπῶν καὶ στρατηγῶν ἐπαναστάντες πόλεμον ἐξήνεγκαν πρὸς ᾿Αρταξέρξην. ὁμοίως δὲ τούτοις καὶ Ταχὼς ὁ βασιλεὺς τῶν Αἰγυπτίων κρί- νας πολεμεῖν τοῖς Πέρσαις, ναῦς τε κατεσκεύασε καὶ πεζὰς δυνάμεις ἤθροισεν. πολλοὺς δὲ ξενο- λογήσας ἐκ τῶν ῾Ελληνίδων πόλεων ἔπεισε καὶ Λα- κεδαιμονίους συμμαχεῖν· οἱ γὰρ Σπαρτιᾶται πρὸς ᾿Αρταξέρξην ἀλλοτρίως εἶχον διὰ τὸ τοὺς Μεσση- νίους ὁμοίως τοῖς ἄλλοις Ἕλλησιν ὑπὸ τοῦ βασιλέως εἰς τὴν κοινὴν εἰρήνην κατατετάχθαι. τηλικαύτης δὲ συνδρομῆς κατὰ τῶν Περσῶν γενομένης, καὶ ὁ βασιλεὺς παρεσκευάζετο τὰ πρὸς τὸν πόλεμον. ὑπὸ γὰρ τὸν αὐτὸν καιρὸν ἔδει πρός τε τὸν τῶν Αἰγυ- πτίων βασιλέα πολεμεῖν καὶ [πρὸς] τὰς κατὰ τὴν