Textus Originalis

488 DIODOR. XV 90. 91.

488 DIODOR. XV 90. 91.

᾿Ασίαν ῾Ελληνίδας πόλεις καὶ Λακεδαιμονίους καὶ τοὺς τούτων συμμάχους σατράπας καὶ στρατηγούς, τοὺς ἄρχοντας μὲν τῶν παραθαλαττίων τόπων, συντεθει- μένους δὲ κοινοπραγίαν· ὧν ἦσαν ἐπιφανέστατοι ᾿Αριοβαρζάνης μὲν ὁ τῆς Φρυγίας σατράπης, ὃς καὶ Μιθριδάτου τελευτήσαντος τῆς τούτου βασιλείας κεκυριευκὼς ἦν, Μαύσωλος δὲ Καρίας δυναστεύων καὶ πολλῶν ἐρυμάτων καὶ πόλεων ἀξιολόγων κυρι- εύων, ὧν ἑστίαν καὶ μητρόπολιν συνέβαινεν εἶναι τὴν ῾Αλικαρνασσόν, ἔχουσαν ἀκρόπολιν ἀξιόλογον καὶ τὰ τῆς Καρίας βασίλεια, πρὸς δὲ τούτοις ᾿Ορόν- της μὲν τῆς Μυσίας σατράπης, Αὐτοφραδάτης δὲ Λυδίας· τῶν δὲ ᾿Ιώνων Λύκιοί τε καὶ Πισίδαι καὶ Παμφύλιοι καὶ Κίλικες, ἔτι δὲ καὶ Σύροι καὶ Φοί- νικες καὶ σχεδὸν πάντες οἱ παραθαλάσσιοι. τηλι- καύτης δ᾽ οὔσης ἀποστάσεως, τὸ μὲν ἥμισυ τῶν προσόδων τῷ βασιλεῖ κατελέλυτο, τὸ δὲ λοιπὸν οὐχ ἱκανὸν ἦν εἰς τὰς τοῦ πολέμου χρείας. Οἱ δ᾽ ἀφεστηκότες τοῦ βασιλέως ἐπὶ τὴν τῶν ὅλων διοίκησιν εἵλαντο στρατηγὸν ᾿Ορόντην. οὗτος δὲ παραλαβὼν τὴν ἡγεμονίαν καὶ χρήματα πρὸς ξε- νολογίαν, δισμυρίοις στρατιώταις ἐνιαύσιον μισθόν, ἐγένετο προδότης τῶν πιστευσάντων. ὑπολαβὼν γὰρ παρὰ τοῦ βασιλέως δωρεῶν τε μεγάλων τεύ- ξεσθαι καὶ τῆς παραθαλασσίου πάσης παραλήψεσθαι τὴν σατραπείαν, ἐὰν ἐγχειρίσῃ τοῖς Πέρσαις τοὺς