Textus Originalis

Ol. 104, 3 : 362 a. Chr. 489

Ol. 104, 3 : 362 a. Chr. 489

ἀφεστηκότας, πρῶτον μὲν τοὺς κομίσαντας τὰ χρή- ματα συνέλαβε καὶ πρὸς τὸν ᾿Αρταξέρξην ἀπέστειλε, μετὰ δὲ ταῦτα πολλὰς τῶν πόλεων καὶ τοὺς ξενο- λογηθέντας στρατιώτας τοῖς ὑπὸ τοῦ βασιλέως πεμ- φθεῖσιν ἡγεμόσι παρέδωκεν. ὁμοίως δὲ τούτῳ καὶ κατὰ τὴν Καππαδοκίαν ἐγένετο προδοσία, καθ᾿ ἣν ἴδιόν τι καὶ παράδοξον συνέβη γενέσθαι. ᾿Αρτα- βάζου γὰρ τοῦ βασιλέως στρατηγοῦ μετὰ πολλῆς δυνάμεως ἐμβαλόντος εἰς τὴν Καππαδοκίαν, ὁ μὲν ταύτης τῆς χώρας σατράπης Δατάμης ἀντεστρατοπέ- δευσεν αὐτῷ, πολλοὺς μὲν ἱππεῖς ἱπποκράτας, δισμυ- ρίους δὲ πεζοὺς μισθοφόρους ἔχων [αὐτῷ] συστρα- τεύοντας· ὁ δὲ κηδεστὴς τοῦ Δατάμου τῶν ἱππέων ἀφηγούμενος, χάριν βουλόμενος καταθέσθαι καὶ τῆς ἰδίας σωτηρίας ἅμα προνοούμενος, ἀποστὰς νυκτὸς μετὰ τῶν ἱππέων ἀπήλαυνε πρὸς τοὺς πολεμίους, συν- τεθειμένος πρὸς ᾿Αρτάβαζον τῇ πρότερον ἡμέρᾳ περὶ τῆς προδοσίας. Δατάμης δὲ παρακαλέσας τοὺς μι- σθοφόρους καὶ δωρεὰς ὑποσχόμενος, ἀνέξευξε πρὸς τοὺς ἀφεστηκότας. καταλαβὼν δ᾽ αὐτοὺς ἤδη συν- άπτοντας τοῖς πολεμίοις, καὶ αὐτὸς προσπεσὼν ἅμα τοῖς περὶ τὸν ᾿Αρτάβαζον καὶ τοῖς ἱππεῦσιν ἔκτεινε τοὺς εἰς χεῖρας ἐρχομένους. ὁ δ᾽ ᾿Αρτάβαζος, τὸ μὲν πρῶτον τὸ ἀληθὲς ἀγνοῶν, ὑπολαβὼν δὲ τὸν ἀπο- στάτην τοῦ Δατάμου [πρῶτον] παλιμπροδοσίαν ποιεῖ- σθαι, παρήγγειλε τοῖς ἰδίοις κτείνειν τοὺς προσιόντας