Textus Originalis

490 DIODOR. XV 91. 92.

490 DIODOR. XV 91. 92.

ἱππεῖς. ὁ δὲ Μιθροβαρζάνης ἐν μέσοις ἀποληφθείς, καὶ τῶν μὲν ὡς προδότην ἀμυνομένων, τῶν δὲ ὡς παλιμπροδότην τιμωρουμένων, ἐν ἀπορίᾳ καθει- στήκει. τῆς δ᾽ ἀπορίας οὐκ ἐώσης βουλεύσασθαι, πρὸς ἀλκὴν ἐτρέπετο, καὶ πρὸς ἀμφοτέρους διαμα- χόμενος πολὺν ἐποίει φόνον. τέλος δὲ πλειόνων ἢ μυρίων ἀναιρεθέντων, τοὺς ὑπολειφθέντας ὁ Δα- τάμης τρεψάμενος καὶ πολλοὺς φονεύσας ἀνεκαλέ- σατο τῇ σάλπιγγι τοὺς διώκοντας στρατιώτας. τῶν δ᾽ ἱππέων τῶν ὑπολειφθέντων οἱ μὲν πρὸς τὸν Δατάμην ἀποχωρήσαντες ἠξίουν τυχεῖν συγγνώμης, οἱ δὲ λοιποὶ τὴν ἡσυχίαν ἦγον, οὐκ ἔχοντες ὅποι τράπωνται, καὶ τέλος εἰς πεντακοσίους ὄντες κυ- κλωθέντες ὑπὸ Δατάμου κατηκοντίσθησαν. Δατά- μης μὲν οὖν καὶ πρότερον ἐπὶ στρατηγίᾳ θαυμαζό- μενος, πολλῷ τότε μᾶλλον ἔσχε περιβόητον τήν τε ἀνδρείαν καὶ τὴν ἐν τῷ στρατηγεῖν σύνεσιν· ὁ δὲ βασιλεὺς ᾿Αρταξέρξης πυθόμενος τὴν στρατηγίαν τοῦ Δατάμου, καὶ σπεύδων ἄρασθαι τοῦτον, δι᾽ ἐπι- βουλῆς αὐτὸν ἐδολοφόνησεν. ῞Αμα δὲ τούτοις πραττομένοις ῾Ρεωμίθρης ὑπὸ τῶν ἀποστατῶν πεμφθεὶς εἰς Αἴγυπτον πρὸς Ταχὼ τὸν βασιλέα, καὶ λαβὼν ἀργυρίου μὲν τάλαντα πεντα- κόσια, ναῦς δὲ μακρὰς πεντήκοντα, κατέπλευσε τῆς ᾿Ασίας εἰς τὰς ὀνομαζομένας Λεύκας. εἰς δὲ ταύτην τὴν πόλιν μεταπεμψάμενος πολλοὺς τῶν ἀφεστηκό-