Textus Originalis

50 DIODOR. XIII 32-34.

50 DIODOR. XIII 32-34.

ἐνταῦϑα συμμαχίαν ἀποστείλαντας: ἐξῆν γὰρ αὐτοῖς ἀγαπητῶς ἄγειν εἰρήνην καὶ περιορᾶν τὴν Σικελίαν πορϑουμένην. διόπερ ἐὰν τοὺς αἰχμαλώτους ἀφέντες φιλίαν συνάπτησϑε, προδόται φανήσεσϑε τῶν συμμαχησάντων, καὶ τοὺς κοινοὺς ἐχϑροὺς δυνάμενοι ταπεινῶσαι, τοσούτους στρατιώτας ἀποδόντες πάλιν ἰσχυροὺς κατασκευάσετε. οὐ γὰρ ἄν ποτ᾽ ἔγωγε πιστεύσαιμι, ὡς ᾿Αϑηναῖοι τηλικαύτην ἔχϑραν ἐπανῃρημένοι βεβαίαν φυλάξουσι τὴν φιλίαν, ἀλλ᾽ ἀσϑενεῖς μὲν ὄντες ὑποκριϑήσονται τὴν εὔνοιαν, ἀναλαβόντες δ᾽ αὑτοὺς τὴν ἀρχαίαν προαίρεσιν εἰς τέλος ἄξουσιν. ἐγὼ μὲν οὖν, ὦ Ζεῦ καὶ πάντες ϑεοί, μαρτύρομαι πάντας ὑμᾶς μὴ σώζειν τοὺς πολεμίους, μὴ ἐγκαταλιπεῖν τοὺς συμμάχους, μὴ πάλιν ἕτερον ἐπάγειν τῇ πατρίδι κίνδυνον. ὑμεῖς δέ, ὦ ἄνδρες Συρακόσιοι, τούτους ἀφέντες, ἐὰν ἀποβῇ τι δυσχερές, οὐδ᾽ ἀπολογίαν ἑαυτοῖς εὐσχήμονα καταλείψετε. 33 Τοιαῦτα διαλεχϑέντος τοῦ Λάκωνος μετέπεσε τὸ πλῆϑος καὶ τὴν Διοκλέους γνώμην ἐκύρωσεν. διόπερ οἱ μὲν στρατηγοὶ παραχρῆμα ἀνῃρέϑησαν καὶ οἱ σύμμαχοι, οἱ δ᾽ ᾿Αϑηναῖοι παρεδόϑησαν εἰς τὰς λατομίας, ὧν ὕστερον οἱ μὲν ἐπὶ πλεῖον παιδείας μετεσχηκότες ὑπὸ τῶν νεωτέρων ἐξαρπαγέντες διε- σώϑησαν, οἱ δὲ λοιποὶ σχεδὸν ἅπαντες ἐν τῷ δεσμωτηρίῳ κακούμενοι τὸν βίον οἰκτρῶς κατέστρεψαν.

Note a pie di pagina

1 7 κατασκευάσητε PAFL

2 ἂν add. Dind.

3 8 πιστεύσαιμι] πιστεῦσαι ἂν P

4 9 ἐπευρημένοι P

5 11 εἰς] ἐπὶ AL

6 13 ϑεοί L, οἱ ϑεοὶ c

7 14 ἐγκαταλείπειν Dind.

8 16 ἀποβῇ] ὑπὸ βῆ P

9 18 καταλήψετε P

10 22 σύμμαχοι] ἐπωλήϑησαν add. Stern ex c. 19, 4