Textus Originalis

6 DIODOR. XIII 1. 2.

6 DIODOR. XIII 1. 2.

εἰς τὸν ὑπὸ τῶν ᾿Αϑηναίων ψηφισϑέντα πόλεμον ἐπὶ Συρακοσίους, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἐστὶν ἔτη ἑπτακόσια ἑξήκοντα ὀκτώ: ἐν ταύτῃ δὲ προσαναπληροῦντες τὸν συνεχῆ χρόνον, ἀρξόμεϑα μὲν ἀπὸ τῆς ἐπὶ Συρακοσίους στρατείας, καταλήξομεν δ᾽ ἐπὶ τὴν ἀρχὴν τοῦ δευτέρου πολέμου Καρχηδονίοις πρὸς Διονύσιον τὸν Συρακοσίων τύραννον. 2 ᾿Επ᾽ ἄρχοντος γὰρ ᾿Αϑήνησι Χαβρίου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων κατέστησαν χιλιάρχους ἓξ Λεύκιον Σέργιον, Μάρκον Παπίριον, Μάρκον Σερουίλιον. ἐπὶ δὲ τούτων ᾿Αϑηναῖοι ψηφισάμενοι τὸν πρὸς Συρακοσίους πόλεμον τάς τε ναῦς ἐπεσκεύασαν καὶ χρήματα συναγαγόντες μετὰ πολλῆς σπουδῆς ἅπαντα τὰ πρὸς τὴν στρατείαν παρεσκευάζοντο. ᾑρημένοι δὲ τρεῖς στρατηγούς, ᾿Αλκιβιάδην, Νικίαν, Λάμαχον, αὐτοκράτορας αὐτοὺς κατέστησαν ἁπάντων τῶν κατὰ τὸν πόλεμον. τῶν δὲ ἰδιωτῶν οἱ ταῖς οὐσίαις εὐποροῦντες τῇ προϑυμίᾳ τοῦ δήμου χαρίζεσϑαι βουλόμενοι τινὲς μὲν ἰδίαις τριήρεις κατεσκεύασαν, τινὲς δὲ χρήματα δώσειν εἰς τὰς τροφὰς τῆς δυνάμεως ἐπηγγέλλοντο: πολλοὶ δὲ καὶ τῶν δημοτικῶν πολιτῶν καὶ ξένων, ἔτι δὲ συμμάχων, ἑκουσίως προσιόντες τοῖς στρατηγοῖς διεκελεύοντο καταγράφειν ἑαυτοὺς εἰς τοὺς στρατιώτας. οὕτως ἅπαντες μεμετεωρισμένοι ταῖς ἐλπί-

Note a pie di pagina

1 1 εἰς om. F

2 3 δυσὶ add. Wess.

3 4 χρόνον] πόλεμον L

4 τὸν] τῶν P, τὸν νῦν fort.

5 10 Σέργιον Λεύκιον ὁ Μάρκον Παπίριον om. P

6 Μάρκον Σερουίλιον καὶ Μάρκον Παπύριον f (cf. Liv. IV 46)

7 12 κατεσκεύασαν L

8 15 ἡδονῇ] καὶ ἡδονῇ O

9 17 κατὰ πρὸς FJM

10 18 τῷ δήμῳ Wurm

11 19 ἰδίᾳ Dind.

12 21 ἐπηγγέλοντο JL