Textus Originalis

Ol. 92, 1 : 412 a. Chr. 51

Ol. 92, 1 : 412 a. Chr. 51

34 Μετὰ δὲ τὴν κατάλυσιν τοῦ πολέμου Διοκλῆς τοὺς νόμους ἀνέγραψε τοῖς Συρακοσίοις, καὶ συνέβη παράδοξον περὶ τὸν ἄνδρα τοῦτον γενέσϑαι περιπέτειαν. ἀπαραίτητος γὰρ ἐν τοῖς ἐπιτιμίοις γενόμενος καὶ σκληρῶς κολάζων τοὺς ἐξαμαρτάνοντας, ἔγραψεν ἐν τοῖς νόμοις, ἐάν τις ὅπλον ἔχων εἰς τὴν ἀγορὰν παραγένηται, ϑάνατον εἶναι πρόστιμον, οὔτε ἀγνοίᾳ δοὺς οὔτε ἄλλῃ τινὶ περιστάσει συγγνώμην. προσαγγελϑέντων δὲ πολεμίων ἐπὶ τῆς χώρας ἐξεπορεύετο ξίφος ἔχων: αἰφνιδίου δὲ στάσεως καὶ ταραχῆς κατὰ τὴν ἀγορὰν γενομένης, ἀγνοήσας μετὰ τοῦ ξίφους παρῆν εἰς τὴν ἀγοράν. τῶν δὲ ἰδιωτῶν τινος κατανοήσαντος καὶ εἰπόντος, ὅτι τοὺς ἰδίους αὐτὸς καταλύει νόμους, ἀνεβόησε, Μὰ Δία οὐ μὲν οὖν, ἀλλὰ καὶ κυρίους ποιήσω. καὶ σπασάμενος τὸ ξίφος ἑαυτὸν ἀπέκτεινεν. ταῦτα μὲν οὖν ἐπράχϑη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 34 ᾿Επ᾽ ἄρχοντος δ᾽ ᾿Αϑήνησι Καλλίου ῾Ρωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Πόπλιον Κορνήλιον καὶ Γάιον Φάβιον. ὀλυμπιὰς δ᾽ ἤχϑη παρ᾽ ᾿Ηλείοις δευτέρα πρὸς ταῖς ἐνενήκοντα, καϑ᾽ ἣν ἐνίκα στάδιον ᾿Εξαίνετος ᾿Ακραγαντῖνος. ἐπὶ δὲ τούτων ᾿Αϑηναίων περὶ Σικελίαν ἐπταικότων συνέβη τὴν ἡγεμονίαν αὐτῶν καταφρονηϑῆναι: εὐϑὺς γὰρ Χῖοι καὶ Σάμιοι καὶ Βυζάντιοι καὶ πολλοὶ τῶν συμμάχων ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους. διόπερ ὁ δῆμος ἀϑυμήσας ἐξεχώρησεν ἑκου-

Note a pie di pagina

1 2 ἀνέγραψε v. l. τοὺς νόμους O-PA

2 15 ἀλλὰ καὶ PAFJK, ἀλλὰ c

3 20 καὶ om. O

4 Φάπιον P (cf. Liv. IV 49)

5 26 ἀπέστησαν L, ἀπέστειλαν c