Textus Originalis

52 DIODOR. XIII 34. 36.

52 DIODOR. XIII 34. 36.

σίως τῆς δημοκρατίας, ἑλόμενος δὲ ἄνδρας τετρακοσίους, τούτοις τὴν διοίκησιν ἐπέτρεψε τῶν κοινῶν. οἱ δὲ τῆς ὀλιγαρχίας προεστῶτες ναυπηγησάμενοι πλείους τριήρεις ἀπέστειλαν τεσσαράκοντα καὶ στρατηγούς. οὗτοι δὲ στασιάζοντες πρὸς ἀλλήλους εἰς ᾿Ωρωπὸν ἐξέπλευσαν: ἐκεῖ γὰρ ὥρμουν αἱ τῶν πολεμίων τριήρεις. γενομένης οὖν ναυμαχίας ἐνίκων οἱ Λακεδαιμόνιοι, καὶ σκαφῶν εἴκοσι καὶ δυεῖν ἐκυρίευσαν. 4 Συρακόσιοι δὲ καταλελυκότες τὸν πρὸς ᾿Αϑηναίους πόλεμον, τοὺς μὲν Λακεδαιμονίους συμμαχήσαντας, ὧν ἦρχε Γύλιππος, ἐτίμησαν τοῖς ἐκ τοῦ πολέμου λαφύροις, συναπέστειλαν δ᾽ αὐτοῖς εἰς Λακεδαίμονα συμμαχίαν εἰς τὸν πρὸς ᾿Αϑηναίους πόλεμον τριάκοντα καὶ πέντε τριήρεις, ὧν ἦρχεν ῾Ερμοκράτης ὁ πρωτεύων τῶν πολιτῶν. αὐτοὶ δὲ τὰς ἐκ τοῦ πολέμου γενομένας ὠφελείας ἀϑροίσαντες τοὺς μὲν ναοὺς ἀναϑήμασι καὶ σκύλοις ἐκόσμησαν, τῶν δὲ στρατιωτῶν τοὺς ἀριστεύσαντας ταῖς προσηκούσαις δωρεαῖς ἐτίμησαν. μετὰ δὲ ταῦτα τῶν δημαγωγῶν ὁ πλεῖστον παρ᾽ αὐτοῖς ἰσχύσας Διοκλῆς ἔπεισε τὸν δῆμον μεταστῆσαι τὴν πολιτείαν εἰς τὸ κλήρῳ τὰς ἀρχὰς διοικεῖσϑαι, ἐλέσϑαι δὲ καὶ νομοϑέτας εἰς τὸ τὴν πολιτείαν διατάξαι καὶ νόμους καινοὺς ἰδίᾳ συγγράψαι. διόπερ οἱ Συρακόσιοι τοὺς φρονήσει διαφέροντας τῶν πολιτῶν εἵλοντο νομο-

Note a pie di pagina

1 4 σαράκοντα P

2 5 στρατηγούς] δύο add. Wess. ex c. 36, 3

3 11 συμμαχήσαντας Λακεδαιμονίους aut Λακεδαιμονίους τοὺς συμμαχήσαντας Dind.; Λακεδαιμονίους fort. del.

4 16 τριάκοντα καὶ πέντε] c. 61, 1. 63, 1 et Thuc. VIII 26, 1

5 24 εἰς τὸ — 26 νομοϑέτας om. A