Textus Originalis

Ol. 92, 1 : 412 a. Chr. 53

Ol. 92, 1 : 412 a. Chr. 53

ϑέτας, ὧν ἦν ἐπιφανέστατος Διοκλῆς. τοσοῦτο γὰρ τῶν ἄλλων διήνεγκε συνέσει καὶ δόξῃ, ὥστε τῆς νομοϑεσίας ὑπὸ πάντων κοινῇ γραφείσης ὀνομασϑῆναι τοὺς νόμους Διοκλέους. οὐ μόνον δὲ τὸν ἄνδρα τοῦτον ζῶντα ἐϑαύμασαν οἱ Συρακόσιοι, ἀλλὰ καὶ τελευτήσαντα τιμαῖς ἡρωικαῖς ἐτίμησαν καὶ νεὼν ᾠκοδόμησαν δημοσίᾳ τὸν ὕστερον ὑπὸ Διονυσίου κατὰ τὴν τειχοποιίαν καϑαιρεϑέντα. ἐϑαυμάσϑη δὲ ὁ ἀνὴρ οὗτος καὶ παρὰ τοῖς ἄλλοις Σικελιώταις: πολλαὶ γοῦν τῶν κατὰ τὴν νῆσον πόλεων χρώμεναι διετέλεσαν τοῖς τούτου νόμοις, μέχρι ὅτου πάντες οἱ Σικελιῶται τῆς ῾Ρωμαίων πολιτείας ἠξιώϑησαν. οἱ δ᾽ οὖν Συρακόσιοι κατὰ τοὺς νεωτέρους χρόνους κατὰ μὲν Τιμολέοντα νομοϑετήσαντος αὐτοῖς Κεφάλου, κατὰ δὲ τὸν ῾Ιέρωνα τὸν βασιλέα Πολυδώρου, οὐδέτερον αὐτῶν ὠνόμασαν νομοϑέτην, ἀλλ᾽ ἢ ἐξηγητὴν τοῦ νομοϑέτου, διὰ τὸ τοὺς νόμους γεγραμμένους ἀρχαίᾳ διαλέκτῳ δοκεῖν εἶναι δυσκατανοήτους. μεγάλης δὲ οὔσης κατὰ τὴν νομοϑεσίαν ἀναϑεωρήσεως, μισοπόνηρος μὲν φαίνεται διὰ τὸ πάντων τῶν νομοϑετῶν πικρότατα πρόστιμα ϑεῖναι κατὰ πάντων τῶν ἀδικούντων, δίκαιος δ᾽ ἐκ τοῦ περιττότερον τῶν πρὸ αὐτοῦ κατ᾽ ἀξίαν ἑκάστῳ τὸ ἐπιτίμιον ὑπάρξαι, πραγματικὸς δὲ καὶ πολύπειρος ἐκ τοῦ πᾶν ἔγκλημα καὶ πρᾶγμα

Note a pie di pagina

1 1 τοσοῦτο PA, τοσοῦτον L, τοσούτῳ c

2 12 μέχρις v

3 16 δὲ τὸν] δὲ τὴν P, δὲ A, f

4 17 ἐξηγητὴς P, ἐξηγητὰς Ff

5 19 δυσκατανόητον PA

6 20 φαίνεται] ὁ ἀνὴρ add. Suidas (s. v. ἀναϑεώρησις)

7 23 αὐτοῦ] οὐ add. P

8 24 ὑπάρξαι] cf. XIV 6, 3, ὑποδεῖξαι vel ὑποτάξαι Reiske

9 26 ἔγκλημα PA, ἔγκλημά τε c