Textus Originalis

54 DIODOR. XIII 35—37.

54 DIODOR. XIII 35—37.

δημόσιόν τε καὶ ἰδιωτικὸν ἀμφισβητούμενον ὡρισμένης ἀξιῶσαι τιμωρίας: ἔστι δὲ καὶ κατὰ τὴν λέξιν σύντομος καὶ πολλὴν τοῖς ἀναγινώσκουσιν ἀπολείπων ἀναϑεώρησιν. ἐμαρτύρησε δ᾽ αὐτοῦ τὴν ἀρετὴν καὶ τὴν σκληρότητα τῆς ψυχῆς ἡ περὶ τὴν τελευτὴν περιπέτεια. ταῦτα μὲν οὖν ἀκριβέστερον εἰπεῖν προήχϑην διὰ τὸ τοὺς πλείους τῶν συγγραφέων ὀλιγωρότερον περὶ αὐτοῦ διειλέχϑαι. 36 Οἱ δ᾽ ᾿Αϑηναῖοι πυϑόμενοι τὴν ἐν Σικελίᾳ δύναμιν ἄρδην ἀνῃρημένην, βαρέως ἔφερον τὸ πλῆϑος τῆς συμφορᾶς. οὐ μὴν ἔληγόν γε διὰ τοῦτο τῆς [Λακεδαιμονίων] φιλοτιμίας περὶ τῆς ἡγεμονίας, ἀλλὰ ναῦς τε κατεσκεύαζον πλείους καὶ χρήματα ἐπορίζοντο, ὅπως φιλονικῶσι μέχρι τῆς ἐσχάτης ἐλπίδος ὑπὲρ τῶν πρωτείων. ἑλόμενοι δὲ τετρακοσίους ἄνδρας, τούτοις ἔδωκαν τὴν ἐξουσίαν αὐτοκράτορα διοικεῖν τὰ κατὰ τὸν πόλεμον: ὑπελάμβανον γὰρ τὴν ὀλιγαρχίαν εὐϑετωτέραν εἶναι τῆς δημοκρατίας ἐν ταῖς τοιαύταις περιστάσεσιν. οὐ μὴν [καὶ] τὰ πράγματά γε κατὰ τὴν ἐκείνων ἠκολούϑησε κρίσιν, ἀλλὰ πολὺ χεῖρον τὸν πόλεμον διῴκησαν. ἀποστείλαντες γὰρ τεσσαράκοντα ναῦς συνεξέπεμψαν τοὺς ἀφηγησομένους δύο στρατηγοὺς ἀλλοτρίως ἔχοντας πρὸς ἀλλήλους. τῶν δὲ περὶ τοὺς ᾿Αϑηναίους πραγμάτων τεταπεινωμένων ὁ μὲν καιρὸς προσεδεῖτο πολ-

Note a pie di pagina

1 4 ἀπολείπων Ff, ἀπολειπὼν P, ἀπολιπὼν c

2 8 ὀλιγωρότερον Reiske, ὀλίγῳ πρότερον O

3 12 Λακεδαιμονίων delevi, πρὸς Λακεδαιμονίους Reiske

4 13 ἐπορίζοντο τοῖς φιλ. μέχρι in marg. P¹

5 ἐπορίζοντο PJKM, ἐπόριζον c

6 14 ὅπως φιλονεικῶσι] τοῖς φιλονεικοῦσι O, φιλονεικοῦντες Reiske

7 16 ἔδωκεν P

8 τὴν PA, om. c

9 19 καὶ delevi (c. 37, 1)

10 22 σαράκοντα P