Textus Originalis

Ol. 92, 1 : 412 a. Chr. 55

Ol. 92, 1 : 412 a. Chr. 55

λῆς ὁμονοίας, οἱ δὲ στρατηγοὶ πρὸς ἀλλήλους ἐστασίαζον. καὶ τέλος ἐκπλεύσαντες εἰς ᾿Ωρωπὸν ἀπαράσκευοι πρὸς τοὺς Πελοποννησίους ἐναυμάχησαν: κακῶς δὲ καὶ τὴν μάχην ἐνστησάμενοι καὶ τὸν κίνδυνον ἀγεννῶς ὑπομείναντες, ἀπέβαλον ναῦς δύο πρὸς ταῖς εἴκοσι, τὰς δὲ λοιπὰς μόγις διέσωσαν εἰς ᾿Ερέτριαν. τούτων δὲ πραχϑέντων οἱ σύμμαχοι τῶν ᾿Αϑηναίων διά τε τὰς περὶ Σικελίαν ἀτυχίας καὶ διὰ τὰς τῶν ἡγεμόνων καχεξίας μεϑίσταντο πρὸς Λακεδαιμονίους. συμμάχου δ᾽ ὄντος τοῖς Λακεδαιμονίοις Δαρείου τοῦ Περσῶν βασιλέως, Φαρνάβαζος ὁ τῶν ἐπὶ ϑαλάττης τόπων ἔχων τὴν στρατηγίαν ἐχορήγει χρήματα τοῖς Λακεδαιμονίοις: μετεπέμψατο δὲ καὶ τὰς ἐκ Φοινίκης τριήρεις τριακοσίας, διαλογιζόμενος ἀποστεῖλαι τοῖς Λακεδαιμονίοις ἐπὶ τὴν βοήϑειαν. 37 Τοιούτων δ᾽ ἐλαττωμάτων τοῖς ᾿Αϑηναίοις εἰς ἕνα καιρὸν συνδραμόντων ἅπαντες καταλελύσϑαι τὸν πόλεμον διειλήφεισαν: οὐκέτι γὰρ τοὺς ᾿Αϑηναίους οὐδὲ τὸν ἐλάχιστον χρόνον οὐδεὶς ἤλπιζε τοιαῦτα ὑποστήσεσϑαι. οὐ μὴν τὰ πράγματά γε τῇ τῶν πολλῶν ὑπολήψει τέλος ἔσχεν ἀκόλουϑον, ἀλλ᾽ εἰς τοὐναντίον πάντα διὰ τὰς τῶν διαπολεμούντων ὑπεροχὰς μεταπεσεῖν συνέβη διὰ τοιαύτας αἰτίας. ᾿Αλκιβιάδης φυγὰς ὢν ἐξ ᾿Αϑηνῶν συνεπολέμησε χρόνον τινὰ τοῖς Λακεδαιμονίοις, καὶ μεγάλας ἐν τῷ πολέμῳ χρείας παρέσχετο: ἦν γὰρ καὶ λόγῳ

Note a pie di pagina

1 9 καϑίσταντο O, corr. Reiske

2 12 σατραπίαν fort.

3 16 βοήϑειαν Dind., Βοιωτίαν O

4 18 προσδραμόντων O, corr. Dind. (XVI 9, 3)

5 21 τοιαῦτα om. AH